• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Origen († 253/54) Contra Celsum
Τόμος ὄγδοος

52.

Καὶ γὰρ ἡμεῖς προηγουμένως μὲν διὰ τὰ πείσαντα ἡμᾶς πολλὰ καὶ μυρία κατὰ χριστιανισμὸν βιοῦν πάντας ἀνθρώπους ὅση δύναμις ὅλοις τοῖς Χριστιανῶν λόγοις οἰκειοῦν βουλόμεθα· ὅπου δὲ προκαταλαμβανομένους εὑρίσκομεν τῇ πρὸς Χριστιανοὺς διαβολῇ, ὡς μηδὲ παρέχειν τὰ ὦτα φαντασίᾳ τοῦ μηδὲ εὐσεβεῖς εἶναι Χριστιανοὺς τοῖς τὰ τοῦ θείου λόγου διδάσκειν ἐπαγγελλομένοις τινάς, ἐκεῖ κατὰ τὸ φιλάνθρωπον ὅση δύναμις ἱστάμεθα, ἵνα κἂν τὰ περὶ αἰωνίου κολάσεως ἐπὶ τοὺς ἀσεβοῦντας δόγματα κατασκευάσαντες παραδέξασθαι ποιήσωμεν τὸν λόγον καὶ τοὺς μὴ θέλοντας χριστιανίζειν. Οὕτω δὲ καὶ περὶ τῶν εὖ βιωσάντων <ὡς εὐδαιμονησόντων> πεῖσμα ἐμποιεῖν θέλομεν, ὁρῶντες ὅτι πολλὰ τῶν κατὰ τὸν ὑγιῆ βίον καὶ οἱ τῆς πίστεως ἀλλότριοι ὁμοίως ἡμῖν λέγουσιν· οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων <καὶ ἀδίκων> εὕροι τις ἂν πάντως ἀπολωλεκότα.

Πάντες οὖν ἄνθρωποι, ὁρῶντες τὸν κόσμον καὶ τὴν ἐν αὐτῷ τεταγμένην οὐρανοῦ καὶ τῶν ἐν τῇ ἀπλανεῖ κίνησιν τῶν τε φερομένων ἐναντίως τῇ τοῦ κόσμου κινήσει λεγομένων πλανήτων τάξιν, ὁρῶντες δὲ καὶ τὴν τῶν ἀέρων καὶ <ὑδάτων> πρὸς τὸ χρήσιμον ζῴοις καὶ μάλιστα ἀνθρώποις κρᾶσιν καὶ τὴν ἀφθονίαν τῶν δι' ἀνθρώπους δεδημιουργημένων, εὐλαβείσθωσαν δυσάρεστόν τι ποιῆσαι τῷ δημιουργῷ τοῦ παντὸς καὶ τῶν ψυχῶν αὐτῶν καὶ τοῦ ἐν αὐταῖς νοῦ αὐτῶν, καὶ πεπείσθωσαν κολασθήσεσθαι μὲν ἐπὶ τοῖς ἁμαρτανομένοις ἀχθήσεσθαι δὲ ὑπὸ τοῦ κατ' ἀξίαν ἕκαστον οἰκονομοῦντος ἐπὶ τὰ ἀνάλογον τοῖς κατορθωθεῖσιν ἢ καθηκόντως ἀποδοθεῖσιν ἔργοις <γέρα>· καὶ πεπείσθωσαν πάντες ἄνθρωποι εὖ μὲν ἐπὶ τοῖς βελτίοσιν ἀπαλλάξοντες κακοὶ δὲ κακῶς πόνοις καὶ βασάνοις παραδοθησόμενοι ἐπὶ τοῖς ἀδικήμασι καὶ ταῖς ἀσελγείαις καὶ ἀκολασίαις ἔτι δὲ ἐπὶ τῇ ἀνανδρίᾳ καὶ δειλίᾳ καὶ ἐπὶ πάσῃ τῇ ἀφροσύνῃ.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Contra Celsum
Translations of this Work
Gegen Celsus (BKV) Compare
Origen Against Celsus Compare
Commentaries for this Work
Elucidations - Against Celsus

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy