ΙΒ Περὶ τῆς Ἰουστίνου πρὸς Ἀντωνῖνον ἀπολογίας.
[4.12.1] «Αὐτοκράτορι Τίτωι Αἰλίωι Ἁδριανῶι Ἀντωνίνωι Εὐσεβεῖ Καίσαρι Σεβαστῶι καὶ Οὐηρισσίμωι υἱῶι φιλοσόφωι καὶ Λουκίωι φιλοσόφου Καίσαρος φύσει υἱῶι καὶ Εὐσεβοῦς εἰσποιητῶι, ἐραστῆι παιδείας, ἱερᾶι τε συγκλήτωι καὶ παντὶ δήμωι Ῥωμαίων ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώπων ἀδίκως μισουμένων καὶ ἐπηρεαζομένων Ἰουστῖνος Πρίσκου τοῦ Βακχείου τῶν ἀπὸ Φλαυίας Νέας πόλεως τῆς Συρίας Παλαιστίνης, εἷς αὐτῶν, τὴν προσφώνησιν καὶ ἔντευξιν πεποίημαι». Ἐντευχθεὶς δὲ καὶ ὑφ' ἑτέρων ὁ αὐτὸς βασιλεὺς ἐπὶ τῆς Ἀσίας ἀδελφῶν παντοίαις ὕβρεσιν πρὸς τῶν ἐπιχωρίων δήμων καταπονουμένων, τοιαύτης ἠξίωσεν τὸ κοινὸν τῆς Ἀσίας διατάξεως·