• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

15.

1. Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας ματαιόφρονας τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας καὶ λέγοντας· «ἐρευνᾷ μὲν τὰ βάθη τοῦ θεοῦ, ἀλλ’ οὐ καταλαμβάνει», διὰ τὸ μὴ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον «ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ»· 2. καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει. ὦ πολλῆς ἠλιθιότητος. χρεία γὰρ ἦν, ὦ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ εἰπεῖν τὸ καταλαμβάνει; κατὰ γὰρ τὴν σὴν ἀφυΐαν χωλὸν ἂν ηὑρίσκετο τὸ πρᾶγμα <μὴ> προστιθεμένης τῆς λέξεως ταύτης; 3. νῦν δὲ οὐχ ὑπολείπεταί σοι πρόφασις. πανταχόθεν γὰρ ἡ γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. περὶ γὰρ τοῦ παντοκράτορος θεοῦ γέγραπται οὕτως ὅτι «ὁ θεὸς δοκιμάζων νεφροὺς» καὶ «ἐρευνῶν ταμιεῖα κοιλίας». 4. εἰ δὲ δοκιμάζει νεφρούς, ἆρα οὐκ οἶδεν ὅ τι δοκιμάζει; ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; «ἐρευνῶν δὲ ταμιεῖα κοιλίας», πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προξενήσω παραπλέξας τῷ ῥητῷ τὸ «οὐ καταλαμβάνει» κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε; 5. οὕτως οὖν καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου εἴρηται ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ’ αὐτοῦ <γὰρ τοῦ> λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε. 6. ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει (αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει), οὕτω δὴ καὶ περὶ τοῦ ἁγίου πνεύματος νοητέον. 7. ὅταν γὰρ εἴπῃ ὅτι «ποιήσωμεν τὸν ἄνθρωπον» («ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ <σημαίνει, ἀλλὰ> καὶ <περὶ τοῦ> ἁγίου πνεύματος. 8. οὕτω γὰρ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα. 9. ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ θεὸς οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, «ἐρευνῶν ταμιεῖα κοιλίας»; ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἵνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόντων νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄνθρωπον καὶ τὰ τοῦ ἀνθρώπου.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy