• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

17.

1. εἰ γὰρ καὶ ἄγγελοι λείπονται τῆς μείζονος ἐξουσίας καὶ γνώσεως, μὴ γένοιτο καὶ τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα λείπεσθαι. πνευματικῶς δὲ λέγει ὁ υἱός, ὁ ἀπὸ τοῦ πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· οἱ δὲ ψυχικοὶ ἀνακρίνονται μὴ νοοῦντες τοῦ υἱοῦ τὴν σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον – ἐπερωτῶ σε, καὶ λέγε μοι· 2. τίς μείζων ἐστὶν ὁ πατὴρ ἢ ἡ ἡμέρα ἐκείνη περὶ ἧς λέγει; οὐ τολμήσεις λέγειν μὴ εἶναι τὸν πατέρα μείζονα. εἰ τοίνυν μείζων ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγενημένων καὶ γενηθησομένων καὶ οὐδεὶς αὐτὸν ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, ποῖον ἄρα μεῖζον τὸ τὸν πατέρα γινώσκειν ἢ ἐκείνην τὴν ἡμέραν; εὔδηλον ὅτι τὸ τὸν πατέρα γινώσκειν. 3. πῶς οὖν ὁ τὰ μείζω εἰδὼς τῶν ἐλαττόνων ὑστερεῖ; εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ οὐδέν ἐστιν οὗ λείπεται κατὰ γνῶσιν ὁ υἱός. 4. ἀλλ’ ἐρεῖς ὅτι μείζων ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει «ὁ πατήρ μου μείζων μού ἐστιν». ἀλλὰ τοῦτο τιμῶν τὸν πατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπε, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἔδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, ἵνα δείξῃ τὴν γνησιότητα. 5. πῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ καθὸ <ὁ υἱὸς> υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ πατέρα. 6. οὔτε γὰρ ὄγκῳ φέρεται τὸ θεῖον, ἵνα ὑπέρογκος τοῦ υἱοῦ ᾖ ὁ πατήρ, οὐδὲ χρόνῳ ὑποπίπτει, ἵνα ὑπέρχρονος ὁ πατὴρ γένηται τοῦ υἱοῦ, οὔτε τῷ ὕψει μερικῶς τάττεται ὁ πατήρ (πάντα γὰρ περιέχει, αὐτὸς ὑπ’ οὐδενὸς περιεχόμενος), ἵνα ὁ υἱὸς ὑπερβεβηκὼς νοοῖτο. ἐκάθισε γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς καὶ οὐκ εἶπεν, εἰσῆλθεν εἰς τὸν πατέρα, ἵνα Σαβέλλιον παραλύσῃ καὶ Ἄρειον καθέλοι τῆς αὐτοῦ βλασφημίας.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy