• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

21.

1. Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα, ἀπέδειξεν ἤδη τὰ πάντα τετελειωμένα, ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν «ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ» καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν. 2. ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄγει καὶ τελεῖ. λέγει γάρ «ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη» καί φησιν «οὐκ ἔστε ἐν νυκτί, ἵνα ἡ ἡμέρα ἐν σκότει ὑμᾶς καταλάβῃ». 3. εἰ οὖν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἆρα αὐτὸς ὁ υἱὸς <ὁ> φέρων τὴν ἡμέραν ἀγνοεῖ, ἵνα αὐτὸν καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς καὶ υἱοῦ λογιζόμενος; 4. καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν υἱὸν καὶ ἔγνω κατὰ πρᾶξιν ὁ δὲ υἱὸς τοῦ θεοῦ οἶδε μὲν πότε ἔρχεται 5. καὶ αὐτὸς φέρει αὐτὴν καὶ οὐκ ἀγνοεῖ, οὔπω δὲ αὐτὴν ἔπραξε κατὰ γνῶσιν, τουτέστι <οὔπω ἔγνω> κατὰ πρᾶξιν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄπιστοι ἀπιστοῦσι καὶ κακόπιστοι βλασφημοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ ἁμαρτήματα γίνεται καὶ ἡ ἀδικία κρατεῖ καὶ ἡ κρίσις μακροθυμεῖ, ἕως ἂν ἔλθῃ καὶ γνῷ αὐτὴν κατὰ πρᾶξιν καὶ ποιήσῃ τὴν ἐκδίκησιν καὶ σώσῃ τοὺς ἐν ἀληθείᾳ ἐλπίζοντας ἐπ’ αὐτὸν καὶ μὴ βλασφημοῦντας αὐτοῦ τὴν θεότητα καὶ πατρὸς καὶ ἁγίου πνεύματος.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy