• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

24.

1. Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον». 2. πάντα εἶπον καὶ οὐδὲν κατέλιπον. ἵνα δὲ τὸ πνεῦμα τὸ ἅγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἵνα μὴ συμμίξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐκ ὄντων γενόμενα, ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν. ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον 3. ὡς καταξιωθεῖσιν ἅμα ἀγγέλοις εἶναι συνδιαίτοις <τε> γενομένοις ἀγγέλων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν. 4. καί φασιν οἱ αὐτοὶ ἅγιοι παῖδες, ὡς προεῖπον· «εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον» καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα· 5. καὶ ἀριθμοῦσιν οὐρανὸν γῆν ὕδατα ἐπάνω τοῦ οὐρανοῦ καὶ ἀγγέλους (κτιστοὶ γὰρ οἱ ἄγγελοι) καὶ θρόνους καὶ δυνάμεις (κτιστὰ γὰρ ταῦτα), ἥλιον σελήνην (ποιητὰ γὰρ καὶ οὐκ ἄκτιστα), νέφη καὶ νιφετούς, ἀνέμους χιόνας ἀστραπὰς βροντὰς γῆν θάλασσαν πηγὰς ἀβύσσους ποταμοὺς πᾶσαν ἀνθρωπότητα ὄρη πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῷα, ψυχὰς ὁσίων πνεύματα δικαίων, Ἀνανίαν Ἀζαρίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ. 6. πάντα γὰρ ταῦτα ποιητά ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». 7. ὅρα δέ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ’ οὔτε ἅγιον πνεῦμα, ἀλλ’ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόξασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιαστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy