• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

56.

1. Ἡμεῖς δὲ ἀπεριέργως καὶ ἀκακουργήτως πιστευόμεν θεῷ τῷ ἀληθεύοντι ἐν πᾶσι. καὶ ἐὰν εἴπῃς ὅτι ἡ ψυχή ἐστι τὸ κατ’ εἰκόνα, <ἄκουε> λέγοντος τοῦ ἀποστόλου ὅτι «ζῶν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμῶν ψυχῆς». 2. εἰ τοίνυν μερισμοὺς ἔχει ἡ ψυχή, ὁ θεὸς δὲ ἀμέριστός ἐστι, πῶς δύναται ἡ ψυχὴ εἶναι τὸ κατ’ εἰκόνα; οὐ γὰρ οἶδε τὸ μέλλον ἡ ψυχή, ὁ θεὸς δὲ πάντως οἶδε. καὶ βλέπομεν τὰ ἔμπροσθεν τοῦ σώματος, τὰ κατόπιν ἀγνοοῦντες. καὶ ἐὰν εἴπῃς ὅτι οὐκ ἔστιν ἡ ψυχή, πάντως ὅτι καὶ τὴν ψυχὴν ἄνθρωπον κέκληκεν, καὶ ψυχὴ καὶ σῶμά ἐστιν ἄνθρωπος. 3. ἀλλ’ εἴποις τὸν νοῦν εἶναι τὸ κατ’ εἰκόνα. λέγει <δὲ> ἡ γραφή «ὁρῶ νόμον ἕτερον ἀντιστρατευόμενον ἐν τοῖς μέλεσί μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νοΐ μου τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου». πῶς οὖν αἰχμαλωτιζόμενος <ὁ νοῦς> ἔσται κατ’ εἰκόνα; ὅτι «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι».

4. καὶ ἐὰν εἴπῃς ἀρετὴν εἶναι τὸ κατ’ εἰκόνα, ἐρῶ σοι· εἰπέ μοι περὶ τοῦ Ἀδάμ, ποίαν ἀρετὴν εἰργάσατο πρὸ τοῦ αὐτὸν πλασθῆναι; οὐ γὰρ ἦν <ἀρετὴ> ἐν ἀρχῇ, ἀπ’ ἀρχῆς δὲ ἐπλάσθη κατ’ εἰκόνα. καὶ ἐὰν εἴπῃς μὴ εἶναι τὴν ἀρετήν, οὐ καλῶς λέγεις. τίνι γὰρ πρέπει εἶναι κατ’ εἰκόνα ἀλλ’ ἢ τῇ ἀρετῇ; πρὶν δὲ ἀρετῆς κατ’ εἰκόνα ἐπλάσθη ὁ ἄνθρωπος. οὔπω γὰρ ἦν ὁ Ἀδὰμ ἐν ἀρετῇ πολιτευσάμενος, δηλον<ότι> οὔτε ἐκτισμένος. 5. καὶ ἐὰν εἴπῃς τὸ βάπτισμα εἶναι κατ’ εἰκόνα, ἆρα οἱ μὴ λαβόντες βάπτισμα δίκαιοι οὐκ ἦσαν κατ’ εἰκόνα; ἀπὸ γὰρ Μωυσέως καὶ θαλάσσης ἤρξατο ὁ τύπος, ἀπὸ Ἰωάννου ἠνοίγη ἡ χάρις, ἐν δὲ Χριστῷ ἐτελειώθη τὸ δῶρον.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy