• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

76.

1. Καὶ ἐὰν εἴπωσί τινες ὅτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὅτι οἱ λέγοντες «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες <ἦσαν> σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων ἐνεφοροῦντο, τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν δυναμένου, τοῦ δ’ αὐτῶν ὀρθῶς νοοῦντος. 2. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὅτι ὢν θεὸς καὶ ἐν αὑτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν μετὰ τῆς σαρκὸς καὶ ψυχὴν εἴληφεν. 3. οὔκουν ὡς ἄνθρωπος αὐτὸν ἐξέτρεπεν, ἀλλ’ αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτὴς ἐγίνετο. ὡς γὰρ τὴν σάρκα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθείς, οὕτω καὶ τὸν νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἥττηται. 4. τοὐναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι γραφαὶ διαῤῥήδην βοῶσιν οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ διαγορεύουσαι, ἀλλὰ κατὰ τῆς σαρκός. 5. «τῆς γὰρ σαρκός» φησίν «οἱ καρποὶ πορνεία μοιχεία ἀσέλγεια καὶ τὰ τούτων ὅμοια» καί «οἱ ἐν σαρκὶ δὲ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» καί «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος». περὶ δὲ τοῦ νοῦ φησὶν ὅτι «ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ» καὶ ὅτι «ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν». 6. ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται». διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy