1.
Ἀλλ᾿ ἐπειδὴ καὶ περὶ τούτων, ὅσα εἰπεῖν ἔδει, τὸ προσῆκον ἀπείληφεν, ὡς οἶμαι, τέλος, ὑμνητέον ἡμῖν τὸν ἀπειρώνυμον καὶ ὡς ἅγιον ἁγίων καὶ βασιλέα τῶν βασιλευόντων καὶ βασιλεύοντα τὸν αἰῶνα καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι καὶ ὡς κύριον τῶν κυρίων καὶ θεὸν τῶν θεῶν. Καὶ πρῶτόν γε ῥητέον, τί μὲν αὐτοαγιότητα εἶναι οἰόμεθα, τί δὲ βασιλείαν, τί δὲ κυριότητα, τί δὲ Θεότητα, καὶ τί βούλεται δηλοῦν τὰ λόγια τῷ διπλασιασμῷ τῶν ὀνομάτων.