• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Κεφάλαιον ΙΓ΄.

3.

Ἄλλως τε καὶ τοῦτο ἰστέον, ὅτι κατὰ τὸ ἑνὸς ἑκάστου προεπινοούμενον εἶδος ἡνῶσθαι λέγεται τὰ ἡνωμένα, καὶ πάντων ἐστὶ τὸ ἑν στοιχειωτικόν. Καὶ εἰ ἀνέλῃς τὸ ἕν, οὔτε ὁλότης οὔτε μόριον οὔτε ἄλλο οὐδὲν τῶν ὄντων ἔσται. Πάντα γὰρ ἐν ἑαυτῷ τὸ ἑν ἑνοειδῶς προείληφέ τε καὶ περιείληφεν.

Ταύτῃ γοῦν ἡ θεολογία τὴν ὅλην θεαρχίαν ὡς πάντων αἰτίαν ὑμνεῖ τῇ τοῦ ἑνὸς ἐπωνυμίᾳ, καὶ εἷς θεὸς ὁ πατὴρ καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς καὶ ἑν καὶ τὸ αὐτὸ πνεῦμα διὰ τὴν ὑπερβάλλουσαν τῆς ὅλης θεικῆς ἑνότητος ἀμέρειαν, ἐν ᾗ πάντα ἑνικῶς συνῆκται καὶ ὑπερήνωται καὶ πρόσεστιν ὑπερουσίως. Διὸ καὶ πάντα ἐπ᾿ αὐτὴν ἐνδίκως ἀναπέμπεται καὶ ἀνατίθεται, ὑφ᾿ ἧς καὶ ἐξ ἧς καὶ δι᾿ ἧς καὶ ἐν ᾗ καὶ εἰς ἧν πάντα ἔστι καὶ συντέτακται καὶ μένει καὶ συνέχεται καὶ ἀποπληροῦται καὶ ἐπιστρέφεται. Καὶ οὐκ ἂν εὕροις τι τῶν ὄντων, ὃ μὴ τῷ ἑνί, καθ᾿ ὃ πᾶσα ἡ Θεότης ὑπερουσίως ὀνομάζεται, καὶ ἔστι τοῦτο, ὅπερ ἐστί, καὶ τελειοῦται καὶ διασώζεται. Καὶ χρὴ καὶ ἡμᾶς ἀπὸ τῶν πολλῶν ἐπὶ τὸ ἑν τῇ δυνάμει τῆς θεικῆς ἑνότητος ἐπιστρεφομένους ἑνιαίως ὑμνεῖν τὴν ὅλην καὶ μίαν Θεότητα, τὸ πάντων αἴτιον ἕν, τὸ πρὸ παντὸς ἑνὸς καὶ πλήθους καὶ μέρους καὶ ὅλου καὶ ὅρου καὶ ἀοριστίας καὶ πέρατος καὶ ἀπειρίας, τὸ πάντα τὰ ὄντα καὶ αὐτὸ τὸ εἶναι ὁρίζον καὶ πάντων καὶ ὅλων πάντων καὶ ἅμα καὶ πρὸ πάντων καὶ ὑπὲρ πάντα καὶ ἑνικῶς αἴτιον καὶ ὑπὲρ αὐτὸ τὸ ἑν ὂν καὶ αὐτὸ τὸ ἑν ὂν ὁρίζον, ἐπείπερ τὸ ὂν ἑν τὸ ἐν τοῖς οὖσιν ἐνάριθμόν ἐστιν, ἀριθμὸς δὲ οὐσίας μετέχει. Τὸ δὲ ὑπερούσιον ἑν καὶ τὸ ὂν ἑν καὶ πάντα ἀριθμὸν ὁρίζει καὶ αὐτό ἐστι καὶ ἑνὸς καὶ ἀριθμοῦ καὶ παντὸς ὄντος ἀρχὴ καὶ αἰτία καὶ ἀριθμὸς καὶ τάξις. Διὸ καὶ μονὰς ὑμνουμένη καὶ τριὰς ἡ ὑπὲρ πάντα Θεότης οὐκ ἔστιν οὐδὲ μονάς, οὐδὲ τριὰς ἡ πρὸς ἡμῶν ἢ ἄλλου τινὸς τῶν ὄντων διεγνωσμένη, ἀλλὰ ἵνα καὶ τὸ ὑπερηνωμένον αὐτῆς καὶ τὸ θεογόνον ἀληθῶς ὑμνήσωμεν, τῇ τριαδικῇ καὶ ἑνιαίᾳ θεωνυμίᾳ τὴν ὑπερώνυμον ὀνομάζομεν, τοῖς οὖσι τὴν ὑπερούσιον. Οὐδεμία δὲ μονὰς ἢ τριάς, οὐδὲ ἀριθμὸς οὐδὲ ἑνότης ἢ γονιμότης οὐδὲ ἄλλο τι τῶν ὄντων ἤ τινι τῶν ὄντων συνεγνωσμένων ἐξάγει τὴν ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν κρυφιότητα τῆς ὑπὲρ πάντα ὑπερουσίως ὑπερούσης ὑπερθεότητος, οὐδὲ ὄνομα αὐτῆς ἔστιν οὐδὲ λόγος, ἀλλ᾿ ἐν ἀβάτοις ἐξῄρηται. Καὶ οὐδὲ αὐτὸ τὸ τῆς ἀγαθότητος ὡς ἐφαρμόζοντες αὐτῇ προσφέρομεν, ἀλλὰ πόθῳ τοῦ νοεῖν τι καὶ λέγειν περὶ τῆς ἀῤῥήτου φύσεως ἐκείνης τὸ τῶν ὀνομάτων σεπτότατον αὐτῇ πρώτως ἀφιεροῦμεν. Καὶ συμφωνήσοιμεν ἂν κἀν τούτῳ τοῖς θεολόγοις, τῆς δὲ τῶν πραγμάτων ἀληθείας ἀπολειφθησόμεθα. Διὸ καὶ αὐτοὶ τὴν διὰ τῶν ἀποφάσεων ἄνοδον προτετιμήκασιν ὡς ἐξιστῶσαν τὴν ψυχὴν τῶν ἑαυτῇ συμφύλων καὶ διὰ πασῶν τῶν θείων νοήσεων ὁδεύουσαν, ὧν ἐξῄρηται τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πάντα λόγον καὶ γνῶσιν, ἐπ᾿ ἐσχάτων δὲ τῶν ὅλων αὐτῷ συνάπτουσαν, καθ᾿ ὅσον καὶ ἡμῖν ἐκείνῳ συνάπτεσθαι δυνατόν.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΘΕΙΩΝ ΟΝΟΜΑΤΩΝ
Translations of this Work
Schriften über "Göttliche Namen" (BKV) Compare
Traité des noms divins Compare
Von den göttlichen Namen (Edith Stein) Compare
Commentaries for this Work
Einleitung: Dionysius Aeropagita über heilige Namen

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy