• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Théophile d'Antioche (183) Ad Autolycum
I

14.

<Μὴ> οὖν <ἀπίστει, ἀλλὰ πίστευε>. καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι, ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἅμα καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν, οἳ καὶ προεῖπον διὰ πνεύματος θεοῦ τὰ προγεγονότα ᾧ τρόπῳ γέγονεν καὶ τὰ ἐνεστῶτα τίνι τρόπῳ γίνεται καὶ τὰ ἐπερχόμενα ποίᾳ τάξει ἀπαρτισθήσεται. ἀπόδειξιν οὖν λαβὼν τῶν γινομένων καὶ προαναπεφωνημένων <οὐκ ἀπιστῶ, ἀλλὰ πιστεύω> πειθαρχῶν θεῷ· ᾧ, εἰ βούλει, καὶ σὺ ὑποτάγηθι πιστεύων αὐτῷ, μὴ νῦν ἀπιστήσας πεισθῇς ἀνιώμενος, τότε ἐν αἰωνίοις τιμωρίαις.

Ὧν τιμωριῶν προειρημένων ὑπὸ τῶν προφητῶν μεταγενέστεροι γενόμενοι οἱ ποιηταὶ καὶ φιλόσοφοι ἔκλεψαν ἐκ τῶν ἁγίων γραφῶν, εἰς τὸ δόγματα αὐτῶν ἀξιόπιστα γενηθῆναι. πλὴν καὶ αὐτοὶ προεῖπον περὶ τῶν κολάσεων τῶν μελλουσῶν ἔσεσθαι ἐπὶ τοὺς ἀσεβεῖς καὶ ἀπίστους, ὅπως ᾖ ἐμμάρτυρα πᾶσιν, πρὸς τὸ μὴ εἰπεῖν τινας ὅτι οὐκ ἠκούσαμεν οὐδὲ ἔγνωμεν.

Εἰ δὲ βούλει, καὶ σὺ ἔντυχε φιλοτίμως ταῖς προφητικαῖς γραφαῖς· καὶ αὐταί σε τρανότερον ὁδηγήσουσιν πρὸς τὸ ἐκφυγεῖν τὰς αἰωνίους κολάσεις καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν τοῦ θεοῦ. <ὁ> γὰρ <δοὺς στόμα εἰς τὸ λαλεῖν καὶ πλάσας οὖς εἰς τὸ ἀκούειν καὶ ποιήσας ὀφθαλμοὺς εἰς τὸ ὁρᾶν> ἐξετάσει τὰ πάντα καὶ κρινεῖ τὸ δίκαιον, <ἀποδιδοὺς ἑκάστῳ κατὰ ἀξίαν τῶν μισθῶν. τοῖς> μὲν <καθ’ ὑπομονὴν διὰ ἔργων ἀγαθῶν ζητοῦσι τὴν ἀφθαρσίαν δωρήσεται ζωὴν αἰώνιον>, χαράν, εἰρήνην, ἀνάπαυσιν καὶ πλήθη ἀγαθῶν, <ὧν οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη>· τοῖς δὲ ἀπίστοις καὶ καταφρονηταῖς καὶ <ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ>, ἐπὰν ἐμφύρωνται μοιχείαις καὶ πορνείαις καὶ ἀρσενοκοιτίαις καὶ πλεονεξίαις καὶ ταῖς <ἀθεμίτοις εἰδωλολατρείαις>, ἔσται <ὀργὴ καὶ θύμος, θλίψις καὶ στενοχωρία>· καὶ τὸ τέλος τοὺς τοιούτους καθέξει πῦρ αἰώνιον.

Ἐπειδὴ προσέθηκας, ὦ ἑταῖρε, “Δεῖξόν μοι τὸν θεόν σου”, οὗτός μου θεός, καὶ συμβουλεύω σοι φοβεῖσθαι αὐτὸν καὶ πιστεύειν αὐτῷ.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ad Autolycum
Traductions de cette œuvre
À Autolyque Comparer
An Autolykus (BKV) Comparer
Theophilus to Autolycus Comparer
Commentaires sur cette œuvre
Anhang. Chronologie des hl. Theophilus
Introductory Note to Theophilus of Antioch

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité