• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕκτος

5.

Τὸ δ' «ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος» ἐξάπτεσθαι «φῶς ἐν τῇ ψυχῇ» πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· «Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.» Καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι «ὃ γέγονεν» ἐν τῷ λόγῳ «ζωὴ» ἦν, «καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων», ὅπερ «φῶς ἀληθινὸν» «φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν» ἀληθινὸν καὶ νοητὸν «κόσμον», καὶ ποιεῖ αὐτὸν «φῶς τοῦ κόσμου». «Ἔλαμψε» γὰρ τοῦτο τὸ φῶς «ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ». Διό φησιν ἀρχαιότατος προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας – ὑπὲρ τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν – τό· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι»; καί· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου», καί· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε», καί· «Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἡσαΐᾳ λόγος φησί· «Φωτίζου, φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν.» Ὁ δ' αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφιστάντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι «Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς», καὶ πάλιν· «Λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα».

Ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ' οὐδ' αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρ' οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.]

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité