• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Origène († 253/54) Contra Celsum
Τόμος ἕβδομος

13.

Ἀλλ' οὐδὲ ποιεῖ ἢ πάσχει αἴσχιστα ὁ θεὸς οὐδὲ τῷ κακῷ διακονεῖται, ὡς οἴεται Κέλσος· οὐδὲ γὰρ προείρηταί τι τῶν τοιούτων. Κἂν λέγῃ αὐτὸς προειρῆσθαι τὸν θεὸν τῷ κακῷ διακονεῖσθαι ἢ ποιεῖν ἢ πάσχειν αἴσχιστα, ἔμελλε παραθέσθαι τὰς ἀπὸ τῶν προφητῶν εἰς τοῦτο λέξεις καὶ μὴ μάτην μολύνειν ἐθέλειν τοὺς ἀκούοντας αὐτοῦ. Ἃ μὲν οὖν πείσεται Χριστὸς προεῖπον οἱ προφῆται, καὶ τὴν αἰτίαν τιθέντες τοῦ, δι' ὃ πείσεται· καὶ ὁ θεὸς ἠπίστατο ἅπερ ὁ Χριστὸς αὐτοῦ πείσεται. Πόθεν δ' ὅτι καὶ μιαρώτατα καὶ ἀκαθαρτότατα ταῦτ' ἦν, ὥς φησιν ὁ Κέλσος; Ἀλλὰ δόξει διδάσκειν, πῶς μιαρώτατα καὶ ἀκαθαρτότατ' ἄττα ἦν ἃ καὶ ὑπέμεινεν, ἐπεί φησι· Τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἢ ὄξος πίνειν πλὴν σκατοφαγεῖν; Θεὸς δὲ καθ' ἡμᾶς προβάτων σάρκας οὐκ ἤσθιεν. Ἵνα γὰρ καὶ δόξῃ ὅτι ἤσθιεν, ὡς σῶμα φορῶν ὁ Ἰησοῦς ἤσθιεν. Ἀλλὰ καὶ περὶ τῆς χολῆς καὶ τοῦ ὄξους, προφητευθέντων ἐν τῷ «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος», ἐν τοῖς ἀνωτέρω προειρηκότες ἀναγκαζόμεθα ὑπὸ τοῦ Κέλσου παλιλλογεῖν. Ἀεὶ γὰρ οἱ τῷ τῆς ἀληθείας ἐπιβουλεύοντες λόγῳ χολὴν τὴν ἀπὸ τῆς ἑαυτῶν κακίας καὶ ὄξος τὸ ἀπὸ τῆς ἰδίας ἐπὶ τὰ φαῦλα τροπῆς προσάγουσι τῷ Χριστῷ τοῦ θεοῦ, ὃς «γευσάμενος οὐ θέλει πιεῖν».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Contra Celsum
Traductions de cette œuvre
Gegen Celsus (BKV) Comparer
Origen Against Celsus Comparer
Commentaires sur cette œuvre
Elucidations - Against Celsus

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité