ΚϚ Ὅπως αὐτὸν ἑώρων οἱ ἐπίσκοποι.
[6.26.1] ἔτος δ' ἦν τοῦτο δέκατον τῆς δηλουμένης ἡγεμονίας, καθ' ὃ τὴν ἀπ' Ἀλεξανδρείας μετανάστασιν ἐπὶ τὴν Καισάρειαν ὁ Ὠριγένης ποιησάμενος, Ἡρακλᾶι τὸ τῆςκατηχήσεως τῶν αὐτόθι διδασκαλεῖον καταλείπει· οὐκ εἰς μακρὸν δὲ καὶ Δημήτριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος τελευτᾶι, ἐφ' ὅλοις ἔτεσι τρισὶ καὶ τεσσαράκοντα τῆι λειτουργίαι διαρκέσας· διαδέχεται δ' αὐτὸν ὁ Ἡρακλᾶς.