Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ' αὐτὸν ἐπισκόποις τοὺς ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῶι δεῖν καθαίρειν πρῶτος ἐδογμάτισεν.
[7.3.1] πρῶτος τῶν τότε Κυπριανός, τῆς κατὰ Καρχηδόνα παροικίας ποιμήν, οὐδ' ἄλλως ἢ διὰ λουτροῦ πρότερον τῆς πλάνης ἀποκαθηραμένους προσίεσθαι δεῖν ἡγεῖτο. ἀλλ' ὅ γε Στέφανος μὴ δεῖν τι νεώτερον παρὰ τὴν κρατήσασαν ἀρχῆθεν παράδοσιν ἐπικαινοτομεῖν οἰόμενος, ἐπὶ τούτωι διηγανάκτει·