• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Eusèbe de Césarée (260-339) Historia Ecclesiastica Ἐκκλησιαστικὴ ἱστορία
Βιβλίον Ζʹ Τάδε καὶ ἡ ἑβδόμη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας

Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος.

[7.9.1] Καὶ ἡ πέμπτη δὲ αὐτῶι πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξύστον γέγραπτο· ἐν ἧι πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπών, τοιοῦτόν τι γεγονὸς κατ' αὐτὸν ἐκτίθεται, λέγων· «καὶ γὰρ ὄντως, ἀδελφέ, καὶ συμβουλῆς δέομαι καὶ γνώμην αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πράγματος, δεδιὼς μὴ ἄρα σφάλλομαι. [7.9.2] τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμοι δὲ καὶ τῆς τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως, τῆς συναγωγῆς μετασχών, τοῖς ὑπόγυον βαπτιζομένοις παρατυχὼν καὶ τῶν ἐπερωτήσεων καὶ τῶν ἀποκρίσεων ἐπακούσας, προσῆλθέν μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ πίπτων πρὸ τῶν ποδῶν μου, ἐξομολογούμενος μὲν καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετικοῖς βεβάπτιστο, μὴ τοῦτο εἶναι μηδὲ ὅλως ἔχειν τινὰ πρὸς τοῦτο κοινωνίαν, ἀσεβείας γὰρ ἐκεῖνο καὶ βλασφημιῶν πεπληρῶσθαι, [7.9.3] λέγων δὲ πάνυ τι τὴν ψυχὴν νῦν κατανενύχθαι καὶ μηδὲ παρρησίαν ἔχειν ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν ἀπὸ τῶν ἀνοσίων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος, καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν· [7.9.4] ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας αὐτάρκη τὴν πολυχρόνιον αὐτῶι κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ἐπακούσαντα καὶ συνεπιφθεγξάμενον τὸ ἀμὴν καὶ τραπέζηι παραστάντα καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς προτείναντα καὶ ταύτην καταδεξάμενον καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν μετασχόντα ἱκανῶι χρόνωι, οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνασκευάζειν ἔτι τολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγαθῆς ἐλπίδος τῆι μετοχῆι τῶν ἁγίων προσιέναι. [7.9.5] ὃ δὲ οὔτε πενθῶν παύεται πέφρικέν τε τῆι τραπέζηι προσιέναι καὶ μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται». [7.9.6] ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολή, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας Ξύστωι καὶ τῆι κατὰ Ῥώμην ἐκκλησίαι προσπεφωνημένη, ἐν ἧι διὰ μακρᾶς ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταύτας φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον, ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ἐκκλησιαστικὴ ἱστορία
Traductions de cette œuvre
Histoire ecclésiastique Comparer
Kirchengeschichte (BKV) Comparer
The Church History of Eusebius Comparer
Commentaires sur cette œuvre
Einleitung: Kirchengeschichte des Eusebius
Introduction to Eusebius' Church History
Supplementary Notes and Tables

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité