LI.
Τάδε μὲν οὖν τὰ ἐξοχώτατα τῶν βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος [δέ] τοι ἕνα καὶ τὸ αὐτὸν σωτῆρα τὸν {τε} ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσι τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῦν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι τῷ ὀφθέντι θεῷ διακελεύεται. τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον ἐπισταλθέντων γραμμάτων ἐπεφοίτα, εἰς πέρας ἀγαγεῖν τὸ προσταχθὲν διακελευομένη, ἡμῖν δὲ τοῖς τήνδε γράφουσι τὴν ἱστορίαν λογικωτέραν κατέπεμπε διδασκαλίαν, ἧς ἔμοιγε δοκεῖ τὸ ἴσον γράμμα τῷ παρόντι συνάψαι λόγῳ εἰς ἀκριβῆ διάγνωσιν τῆς τοῦ θεοφιλοῦς ἐπιμελείας. καταμεμψάμενος γοῦν ἡμῖν ἐφ’ οἷς ἐπύθετο πραττομένοις αὐτόθι τάδε κατὰ λέξιν ἔγραφε.