• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Eusèbe de Césarée (260-339) Vita Constantini et Oratio ad coetum sanctorum Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ

XVI

1. Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο, προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ' ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολασίας ἐκφύοντα γεννήματα, λυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροσύνης μετάσχοι, ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων ψυχαῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, δι' ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατά τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.

2. τοιγάρτοι καρπὸν ἤραντο τὸν προσήκοντα τῇ τοιαύτῃ θρησκείᾳ Μέμφις καὶ Βαβυλών, ἐρημωθεῖσαι καὶ ἀοίκητοι καταλειφθεῖσαι μετὰ τῶν πατρῴων θεῶν. καὶ ταῦτα οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ' αὐτός τε παρὼν καὶ ἱστορήσας ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης. Μέμφις ἔρημος, ἐν ᾗ Μω<ϋ>σῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε· τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδ' ἀκοντίων ῥιπαῖς μόνῃ δ' ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Vita Constantini et Constantini imperatoris oratio ad coetum sanctorum
Traductions de cette œuvre
Vier Bücher über das Leben des Kaisers Konstantin und des Kaisers Konstantin Rede an die Versammlung der Heiligen (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité