• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

95.

1. Ὑποδείξῃ δὲ <καὶ> ἡ ῥάβδος τοῦ Ἀαρὼν ξηρὰ οὖσα <διὰ> πολλῶν τάχα ἐτῶν καὶ ἐν σκηνῇ ἀφ’ ἑσπέρας καὶ ἄχρι τῆς ἕω καταλειφθεῖσα. αὐτοῖς γὰρ μετὰ καμάτων τὰ ζῶντα δένδρα διὰ δεκαδύο μηνῶν κατὰ περίοδον ἐνιαυτοῦ πληρουμένου καρποὺς γεννᾷ, ἡλίου τε θάλποντος ὑετῶν ἀρδευόντων δρόσων πεταννυουσῶν νυκτός τε καὶ ἡμέρας τρεφουσῶν, 2. ὑπὸ μίαν <δὲ> νύκτα τὸ δυσχερὲς εὐχερὲς ὁ θεὸς εἰργάσατο. ἐβλάστησε γὰρ ἡ ξηρὰ ῥάβδος καὶ φύλλα ἐκβάλλει καὶ καρποὺς πεπείρους. τὰ ὅμοια γὰρ ὑπέδειξεν ὁ θεὸς τῆς μελλούσης ὑπ’ αὐτοῦ ἔσεσθαι ἀναστάσεως. 3. συλλαμβανομένων δὲ τῶν παίδων κατὰ τὸν σεμνὸν γάμον, ὃν ὁ κύριος ὑπέδειξε, πρῶτον καταβάλλεται σπέρμα τῆς ἀκολουθίας, ὡς κατέδειξεν ὁ κύριος, κατὰ τὰς γεννητικὰς μήτρας· χρόνων δὲ ἀνακυλιομένων τὸ καταβληθὲν ἐν τῇ γαστρὶ τελεσφορεῖται διὰ χρόνου ἐνναμηνιαίου· φημὶ δὲ ὑπὸ ἐννέα μηνῶν τὸν ἀριθμὸν τελεσιουργεῖται τὸ κυϊσκόμενον καὶ γεννᾶται. 4. ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως· ὑπὸ θῆξιν γὰρ τὸ ἔργον. «σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι». ὡς ἔδειξεν ὁ κύριος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ὅτι τὰ κάρυα τὰ ἐν τοῖς ζῶσι δένδροις διὰ δεκαδύο μηνῶν ἐγκυμονούμενα ἐν τῷ ξηρῷ ξύλῳ πυκάζονται καὶ βλαστοὶ γίνονται καὶ ὑπὸ μίαν νύκτα, 5. οὐ μόνον δὲ ἀλλ’ ὑπὸ θῆξιν μιᾶς ὥρας ἐτελεσιούργησε τὸ διὰ δεκαδύο μηνῶν ὡς εἴρηται γινόμενον· καὶ ὡσαύτως τὸ δι’ ἐννέα μηνῶν ἐν τῇ κοιλίᾳ γενόμενον βρέφος, ὃ διὰ πολλοῦ τοῦ χρόνου συναχθὲν τελειοῦται, ἐν [δὲ] τῇ ἀναστάσει ὑπὸ θῆξιν πληρωθὲν ἀνίσταται.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité