• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

33.

1. Τὸ δὲ «γενόμενος ἐκ γυναικός», καθάπερ ἄνω μοι προδεδήλωται, ἵνα ἐν τῷ ἀπὸ γυναικὸς τὸ γενόμενος <σὰρξ> πληρωθῇ, ὁ δὲ Λόγος ἀίδιος πᾶσι σαφῶς ἀποφανθῇ. εἰ δὲ καὶ τὸ «οὐ διψήσει» περὶ θεοῦ λόγος, περὶ δὲ υἱοῦ, ὅτι ἐπείνασε καὶ ἐδίψησεν, ἀναγκαῖον ἡμῖν τοῦτο ᾠκονόμηται. 2. πῶς γὰρ εὑρίσκετο ἡ οἰκονομία ἐν ἀληθείᾳ οὖσα, εἰ μὴ εἶχε τὴν τῆς ἐνανθρωπήσεως χρειώδη συνήθειαν; ἐν τούτῳ ἀπέδειξεν ἡμῖν πάντων τῶν ζητημάτων τῶν αἱρετικῶν τὰς λύσεις. 3. εὐθὺς γὰρ ἔλυσεν ὑπόνοιαν Μανιχαίων· ἐν τῷ γὰρ εἰπεῖν ἐσθίειν καὶ πίνειν σάρκα ἀληθινὴν ὑποδείκνυσιν. ἔλυσε Λουκιανιστῶν τὸν τρόπον καὶ Ἀρείου τὴν δύναμιν· 4. Λουκιανὸς γὰρ καὶ πάντες Λουκιανισταὶ ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ ψυχὴν εἰληφέναι, σάρκα δὲ μόνον φασὶν ἐσχηκέναι, ἵνα δῆθεν προσάψωσι τῷ θεῷ Λόγῳ ἀνθρώπινον πάθος, δίψαν καὶ πεῖναν καὶ κάματον καὶ κλαυθμὸν καὶ λύπην καὶ ταραχὴν καὶ ὅσαπερ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ ἐμφέρεται. εὔηθες δ’ ἂν εἴη ταῦτα εἰς τὴν θεότητα τοῦ υἱοῦ τοῦ θεοῦ λογίζεσθαι. 5. ἀλλά, φασί, σὰρξ καθ’ ἑαυτὴν οὖσα οὔτε ἐσθίει οὔτε πίνει οὔτε κάμνει οὔτε <τὰ> ἄλλα πράττει. καὶ αὐτὸς σύμφημι σάρκα καθ’ ἑαυτὴν μὴ ἔχειν ταῦτα. 6. ἔσχε δὲ πᾶσαν τὴν οἰκονομίαν ἐλθὼν ὁ Λόγος, καὶ σάρκα καὶ ψυχὴν καὶ ὅσαπέρ ἐστιν ἐν ἀνθρώπῳ· τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς ἦν μέρη ἡ πεῖνα καὶ ὁ κάματος, ἥ τε δίψα καὶ ἡ λύπη καὶ τὰ ἄλλα. 7. δακρύει μὲν γάρ, ἵνα ἐλέγξῃ τὴν πλάνην Μανιχαίου, ὅτι οὐ δοκήσει ἠμφίεστο τὸ σῶμα, ἀλλ’ ἀληθείᾳ· καὶ διψᾷ δέ, ἵνα δείξῃ μὴ μόνον τὴν σάρκα ἔχειν, ἀλλὰ καὶ τὴν ψυχήν. οὐ γὰρ ἡ αὐτοῦ θεότης ἐδίψησέ που, <ἀλλὰ τῇ σαρκὶ> καὶ τῇ ψυχῇ ἐδίψησε καὶ κεκοπίακεν ἀπὸ τῆς ὁδοιπορίας διὰ τὴν τῆς σαρκὸς καὶ ψυχῆς ἀκολουθίαν.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité