• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

49.

1. Τοίνυν παυσάσθωσαν ἀπὸ τῆς βλασφημίας καὶ μαθέτωσαν παρὰ τοῦ πατρὸς τοῦ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· πάλιν <δὲ> ὡς ἐπὶ μελλόντων λέγει «σὺ γὰρ ὁ υἱός μου ὁ ἀγαπητός, ὃν ἐξελεξάμην», καὶ τότε ἐν τοῖς ᾄσμασιν «ἐκλελοχισμένος ἀπὸ μυριάδων». 2. πόθεν οὖν ἐκλογὴ γίνεται λεγέτωσαν. νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν «ἐξελεξάμην» κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται. 3. εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, «ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ». τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν. 4. φανερὸν γὰρ πόθεν ἐκλελοχισμένος καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν καὶ Μαρία μόνη «εὗρε χάριν» καὶ ἐν αὐτῇ ἐξελέξατο τὴν ἁγίαν σάρκα. 5. διὰ τοῦτο ἔφη εὐδόκησα, ὡς καὶ Δαυὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν κύριον πεπιστευκότων καὶ μετὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, ὅτι «ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· <ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,> τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε», 6. τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ, ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ πνεύματος ἁγίου ἐκλελεγμένην. τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρκὸς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ πατήρ. εὐδόκησε γὰρ ὁ πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ, ἡ δὲ θεότης ἀπείρως ἔχει τῆς φύσεως.

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité