• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Épiphane de Salamine (315-403) Ancoratus
Ἐπιστολὴ

62.

1. Ἄλλην δὲ πάλιν μυθώδη θεωρίαν οὗτος ὁ Ὠριγένης, ᾧ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους· 2. ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχὰς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. 3. καὶ ἔστιν εὔηθες τὸ ὅλον εἰπεῖν. σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἦν, ἵνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον. 4. τί εὐχερέστερον ἦν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἢ χιτῶνας δερματίνους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψυχα εἰς ἔμψυχα μεταβαλεῖν πότε οὐ δεδύνηται; 5. τὴν μὲν ῥάβδον Μωυσέως, ξηρὰν οὖσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωυσέα καταδιώκοντα, ἀφ’ οὗ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ἵνα δείξῃ ὅτι οὐκ ἦν φάντασμα, ἀλλ’ ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἱμάτια οὐκ ἐῤῥικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο; 6. εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἆρα ἐφαίνετο τοῖς μαθηταῖς ἀναστὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ; 7. ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν; 8. ἀλλ’ ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, <ἃ ἦν θελήματι ἰδίῳ> ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν, ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰμ οἰκείῳ θελήματι; ὄντως <δὲ> ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. 9. εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἔλαβεν ὁ θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν «ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο».

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Ancoratus
Traductions de cette œuvre
Der Festgeankerte (BKV) Comparer

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité