4.
1. Δεῖ οὖν ἡμᾶς περὶ τῶν ἐνεστώτων ἐπιπολὺἐραυνῶντας1 ἐκζητεῖν τὰ δυνάμενα ἡμᾶς σώζειν.φύγωμεν οὑν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆςἀνομίας, μήποτε καταλάβῃ ἡμᾶς τὰ ἔργα τῆςἀνομίας· καὶ μισήσωμεν τὴν πλάνην τοῦ νῦνκαιροῦ, ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν. 2. μὴδῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν, ὥστε ἔχειν αὐτὴνἐξουσίαν μετὰ ἁμαρτωλῶν καὶ πονηρῶν συντρέχειν,μήποτε ὁμοιωθῶμεν αὐτοῖς. 3. τὸ τέλειονσκάνδαλον ἤγγικεν, περὶ οὖ γέγραπται, ὡς Ἐνὼχ2 λέγει. Εἰς τοῦτο γὰρ ὁ δεσπότης συντέτμηκεντοὺς καιροὺς καὶ τὰς ἡμέρας, ἵνα ταχύνῃ ὁἠγαπημένος αὐτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν ἥξῃ,3 4. λέγει δὲ οὕτως καὶ ὁ προφήτης· Βασιλεῖαιδέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν, καὶ ἐξαναστήσεταιὄπισθεν4 μικρὸς βασιλεύς, ὃς ταπεινώσειτρεῖς ὑφ̓ ἓν τῶν βασιλέων. 5. ὁμοίως περὶ τοῦ[P. 350]() 5 αὐτοῦ λέγει Δανιήλ· Καὶ εἶδον τὸ τέταρτον θηρίοντὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰπάντα τὰ θηρία τῆς θαλάσσης,6 καὶ ὡς ἐξ αὐτοῦἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέραςπαραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ̓ ἓν τρία τῶνμεγάλων κεράτων. 6. συνιέναι οὖν ὀφείλετε.ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἶς ἐξ ὑμῶν ὤν,7 ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου,προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισινἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας, ὅτιἡ διαθήκη ἐκείνων καὶ ἡμῶν. 7. ἡμῶν μέν· ἀλλ̓ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος8 ἤδη τοῦ Μωϋσέως. λέγει γὰρ ἡ γραφή· Καὶ ἦνΜωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντακαὶ νύκτας τεσσαράκοντα, καὶ ἔλαβεν τὴν9 διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμέναςτῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου. 8. ἀλλὰἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν.10 λέγει γὰρ οὕτως κύριος. Μωϋσῆ Μωϋσῆ, κατάβηθιτὸ τάχος, ὅτι ἠνόμησεν ὁ λαός σου, οὓςἐξήγαγες ἐκ γῆς Αἰγύπτου, καὶ συνῆκεν Μωϋσῆςκαὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ·καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦἠγαπημένου Ἰησοῦ ἐγκατασφραγισθῇ εἰς τὴνκαρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ. 9. πολλὰ δὲ θέλων γράφειν, οὐχ ὡς διδάσκαλος,ἀλλ̓ ὡς πρέπει ἀγαπῶντι ἀφ̓ ὧν ἔχομεν μὴἐλλείπειν, γράφειν ἐσπούδασα, περίψημα ὑμῶν.διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις· οὐδὲν[P. 352]() 11 γὰρ ὠφελήσει ἡμᾶς ὁ πᾶς χρόνος τῆς πίστεωςἡμῶν,12 ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖςμέλλουσιν σκανδάλοις, ὡς πρέπει υἱοῖς θεοῦ,ἀντιστῶμεν, ἵνα13 μὴ σχῇ παρείσδυσιν ὁ μέλας. 10. φύγωμεν ἀπὸ πάσης ματαιότητος, μισήσωμεντελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ. μὴ καθ̓ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι,ἀλλ̓ ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτεπερὶ τοῦ κοινῇ συμφέροντος. 11. λέγει γὰρ ἡ14 γραφή· Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιανἑαυτῶν ἐπιστήμονες. γενώμεθα πνευματικοί,γενώμεθα ναὸς τέλειος τῷ θεῷ. ἐφ̓ ὅσον ἐστὶν ἐν15 ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσεινἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖςδικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. 12. ὁ κύριος16 ἀπροσωπολήμπτως κρινεῖ τὸν κόσμον. ἕκαστοςκαθὼς ἐποίησεν κομιεῖται. ἐὰν ᾖ ἀγαθός, ἡ17 δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ· ἐὰν ᾖ18 πονηρός, ὁ μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ· 13. ἵνα μήποτε ἐπαναπαύομενοι ὡς κλητοὶ ἐπικαθυπνώσωμενταῖς ἁμαρτίαις ἡμῶν, καὶ ὁ πονηρὸςἄρχων λαβὼν τὴν καθ̓ ἡμῶν ἐξουσίαν ἀπώσηταιἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου. 14. ἔτι δὲκἀκεῖνο, ἀδελφοί μου, νοεῖτε· ὅταν βλέπετε μετὰτηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷἸσραήλ, καὶ οὕτως ἐγκαταλελεῖφθαι αὐτούς·19 προσέχωμεν, μήποτε, ὡς γέγραπται, πολλοὶκλητοί, ὀλίγοι δὲ ἐκλεκτοὶ εὑρεθῶμεν.P. 354
-
e)raunw=ntas N, e)reunw=ntas C. ↩
-
Enoch, 89, 61-64; 90, 17 ↩
-
Dan. 7, 24 ↩
-
o)/pisqen CL, o)/pisqen au)tw=n S (Theod.). ↩
-
Dan. 7, 7. 5 ↩
-
qala/sshs CL, gh=s (??). ↩
-
Didache ii, 7 ↩
-
Exod. 84, 28 ↩
-
Exod. 82, 16 ↩
-
Exod. 82, 7 Deut. 9, 12 ↩
-
Didache xvi. 2 ↩
-
th=s pi/stews h(mw=n N, th=s zwh=s h(mw=n C, uitae nostrac er fidei L. ↩
-
i)/na N, i)/na n) C, i)/na.. me/las om. L. ↩
-
Is 5, 21 ↩
-
Is. 30,(??) ↩
-
I. Pet. 1, 17, cf. Rom. 2. 11; ↩
-
Gal. 2, 6 ↩
-
II Cor. 5, 10 ↩
-
Mt. 20, 16: 22, 14 ↩