60.
1. Ἰωσὴφ γέρων ὢν <καὶ> χῆρος μετὰ τὸ λαβεῖν πρώτην γυναῖκα καὶ ποιῆσαι ἐξ αὐτῆς παῖδας ἄῤῥενας μὲν τέσσαρας, Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου καλούμενον διὰ τὸ συνανατραφῆναι αὐτῷ καὶ Σίμωνα καὶ Ἰούδαν καὶ Ἰωσῆν, δύο δὲ θυγατέρας, † Ἄνναν καὶ Σαλώμην, 2. οὗτος ὁ Ἰωσὴφ γέρων ὢν καὶ χῆρος κατὰ ἀνάγκην τῶν κλήρων βαλλομένων ἐπὶ χήρους καὶ ἀγάμους καθ’ ἑκάστην φυλὴν εἰς τὰς ἀπὸ ναοῦ παρθένους (διὰ τὸ ἀφιεροῦσθαι ἐν τῷ ναῷ τοὺς πρωτοτόκους παῖδας, ἄῤῥενάς τε καὶ θηλείας) ἔλαβε κατὰ κλῆρον τὴν ἁγίαν παρθένον Μαρίαν, «ἐξ ἧς» κατὰ σάρκα «ἐγεννήθη» ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς οὔτε συναφείᾳ σώματος. 3. γεννᾶται τοίνυν ὁ κύριος ἐκ φυλῆς Ἰούδα, ἐκ σπέρματος Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα, θεὸς ὤν, ἐν τῷ τεσσαρακοστῷ <δευτέρῳ> ἔτει τῆς βασιλείας Αὐγούστου.
4. Αὔγουστος δὲ ἐβασίλευσεν πεντήκοντα ἓξ ἔτη καὶ μῆνας ἓξ μετ’ αὐτὸν δὲ παῖς αὐτοῦ Τιβέριος διαδέχεται τὴν ἀρχὴν ἔτη κγ´ μετὰ Τιβέριον Γάϊος ἔτη τρία καὶ μῆνας θ´ καὶ ἡμέρας κβ´ μετὰ Γάϊον Κλαύδιος ἔτη ιγ´ μετὰ Κλαύδιον Νέρων ἔτη ιγ´ μετὰ Νέρωνα Οὐεσπασιανὸς ἔτη θ´ μετὰ Οὐεσπασιανὸν Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη β´ μετὰ Τίτον Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη <ι>ε´ καὶ μῆνας ε´ μετὰ Δομετιανὸν Νερούας ἔτος α´ μῆνας δ´ μετὰ Νερούαν Τραϊανὸς ἔτη ιθ´ μετὰ Τραϊανὸν Ἀδριανὸς ἔτη κα´ μετὰ Ἀδριανὸν Ἀντωνῖνος εὐσεβὴς ἔτη κβ´ μετὰ Ἀντωνῖνον Μάρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθ´ Κόμοδος ἔτη ιγ´ Περτίναξ μῆνας Ϛ´ Σευῆρος ἔτη ιη´ Ἀντωνῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ζ´ Μακρῖνος ἔτος ἕν Ἀντωνῖνος ἄλλος ἔτη δ´ Ἀλέξανδρος, οὐχ ὁ Μακεδών, ἔτη <ι>γ´ Μαξιμῖνος ἔτη γ´ Γορδιανὸς ἔτη Ϛ´ Φίλιππος ἔτη Ϛ´ Δέκιος ἔτος α´ Γάλλος ὁ καὶ Οὐολουσιανὸς ἔτη γ´ Γαλ<λι>ηνὸς ἔτη ιε´ Κλαύδιος ἄλλος ἔτος ἕν Αὐρηλιανὸς ἔτη [ι]δ´ Τάκιτος μῆνας Ϛ´ Πρόβος ἔτη Ϛ´ οἱ περὶ Κᾶρον καὶ Καρῖνον καὶ Νουμεριανὸν ἔτη β´ Διοκλητιανὸς ἔτη κ´ 5. μετὰ Διοκλητιανὸν Μαξιμιανὸς Λικίννιος Κωνστάντιος Κωνσταντῖνος Κώνστας Κωνστάντιος καὶ Κωνσταντῖνος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ἕως τοῦ ἐνιαυτοῦ τούτου μετὰ τὸ τελευτῆσαι Διοκλητιανὸν ἔτη ο´. τὸ ἔτος γὰρ τοῦτό ἐστιν ἐνενηκοστὸν Διοκλητιανοῦ, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ι´, Γρατιανοῦ δὲ ἔτος Ϛ´, ὑπατείᾳ Γρατιανοῦ Αὐγούστου τὸ τρίτον καὶ Ἐκουιτίου λαμπροτάτου, Ἰνδικτιῶνος β´.