• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Epiphanius von Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

65.

1. «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ κυρίου ἡμῶν καὶ

σωτῆρος, διδάσκουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»· 2. «ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «πύλας χαλκᾶς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας» τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. 3. τοίνυν «κατῴκησεν ἐν ἡμῖν» καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν <καὶ> ὅτι τὰ περὶ αὐτοῦ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως» «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας».

4. διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον»· ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν. 5. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἵνα «οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς» κατὰ τὸν Δαυίδ, «θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν», 6. «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ». 7. παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς». 8. διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ», «δι’ αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν», (ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν») καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν εἰπών «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». 9. τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου, καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· 10. δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι’ ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμένοις. 11. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα». «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς».

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Ancoratus
Übersetzungen dieses Werks
Der Festgeankerte (BKV) vergleichen

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung