III, 30.
[10] [Ὁ δὲ σύννους ἐπ’ ὀλίγον γενόμενος καὶ σεμνός, Μάλα μοι δοκεῖς, ἔφη, τοὺς ἀπείρους μιμεῖσθαι τῶν ναυκλήρων, oἳ τὸν προκείμενον αὐτοῖς πλοῦν ἔτι νηχόμενοι ἕτερον πέλαγος νήχεσθαι περιβλέπονται· οὕτω δῆτα καὶ σύ, ἔτι τῶν ἐν χερσῖν μὴ σνμπληρώσας ζητημάτων τὰ καίρια, [15] ἕτερά σοι ζητεῖς παρ᾿ ἡμῶν ὀρισθῆναι κεφάλαια. εἶ γε οὖν τεθάρρηκας ἐν τοῖς ἐρωτήμασι καὶ τρανά σοι γέγονε τὰ τῶν ἀπορουμένων, φράσον ἡμῖν] πῶς ὁ Παῦλος, Ἐλεύθερος γὰρ ὦν, λέγει, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα πάντας κερδήσω; πῶς δὲ καὶ τὴν περιτομὴν λέγων κατατομὴν αὐτὸς ἐν Λύστροις περιτέμνει [20] τινά, Τιμόθεον, ὡς aἱ Πράξεις τῶν ἀποστόλων διδάσκουσιν; εὖ γε τῆς ὄντως ὧδε βλακείας τῶν ῥημάτων · τοιοῦτον ὀκρίβαντα, γελοίου μηχανήματα, αἱ τῶν θεάτρων σκηναὶ ζωγρά φουσι· τοιοῦτον θαυματοποιούντων ὄντως τὸ παραπαίγνιον. πῶς γὰρ ἐλεύθερος ὁ παρὰ πᾶσι δουλούμενος; πῶς δὲ πάντας [25] κερδαίνει ὁ πᾶσι καθυπείκων; εἰ γὰρ τοῖς ἀνόμοις ἄνομος, ὡς αὐτὸς λέγει, καὶ τοῖς’Ιουδαίοις ’Ιουδαίος καὶ τοῖς πᾶσιν ὁμοίως1 S. 60 συνήρχετο, ὄντως πολυτρόπου κακίας ἀνδράποδον, καὶ τῆς ἐλευθερίας ξένον καὶ ἀλλότριον, ὄντως ἀλλοτρίων κακῶν ὑπουργὸς καὶ διάκονος καὶ ζηλωτὴς πραγμάτων ἀσέμνων ἐπίσημος, ὁ τῇ κακία τῶν ἀνόμων συνδιατρίβων ἑκάστοτε καὶ τὰς πράξεις αὐτῶν [5] ἰδιοποιούμενος. οὐκ ἔνι ταῦτα ψυχῆς ὑγιαινούοης τὰ δόγματα, οὐκ ἔνι λογισμῶν ἐλευθέρων άφήγηοις, υποπυρου δὲ τάς φρένας καὶ τὸν λογισμὸν ἀρρωστοῦντος ἡ τῶν λόγων ὑπόθεσις. εἰ γὰρ ἀνόμοις συζῇ καὶ τὸν Ἰουδαϊσμὸν ἐγγράφως ἀσμενίζει ἑκατέρου μετέχων, ἑκατέρῳ συμπέφυρται συναναμιγνύμενος καὶ [10] συναπογραφόμενος τῶν οὐκ ἀστείων τὰ πταίσματα. ὁ γὰρ τὴν περιτομὴν οὕτω παραγραφόμενος ὡς ἐπαράσθαι τοὺς ταύτην ἐπιτελεῖν θέλοντας, καὶ περιτεμὼν αὐτὸς ἑαυτοῦ βαρύτατος ὑπάρχει κατήγορος, λέγων · Εἰ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.2
-
11 σύνους Cod
14 τὰ ζητημάτων Cod prim. man.
17 λέγει unc. incl. Cod
17 f I Kor. 9, 19 (deest ἐκ πάντων — πάντας cum Clemente Alex. et Origene pro τοὺς πλείονας)
19 Philipp. 3, 2f
19 f Act. 16, 2 f
24 παρά non muto — δουλόμενος Cod
25 πάντας καθηκεύων[!] Cod hic et p. 122, 2 (sed cum Dat.), πᾶσι καθυπείκων vel πάντας πιθηκεύων Blondel, κολακεύων Wagenmann
25 f I Kor. 9, 20 ff
28 θαυματοποιῶν Cod — παρα· πάλλιον[?] Cod cf. παίγνιον III, 35 et al. loc. ↩
-
2 ξένος καὶ ἀλλότριος ?
6 ὑποπήρου Cod
7 f cf. Philipp. 3,4 ff
11 f cf. Gal. 1,8; 3,10 (5, 2 f)
13 f Gal. 2,18 (συνιστάνω testes meliores, at συνίστημι DcEKL al. p]., Chrys., Theodoret etc.) ↩