• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Ancoratus
Ἐπιστολὴ

89.

1. Ταῦτα δὲ εἰς παράστασιν τῆς ἀληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες ὀλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἕτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν ἀπολέσαι μὴ πειρωμένους βουλόμενοι. 2. γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠφελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾗπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον «ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι» καὶ τὰ ἑξῆς. 3. ἐγκρατευόμεθα γὰρ οἱ ἀσθενεῖς, ἁγνεύομεν οἱ ταπεινοί, ἐλεημοσύνας ἐπιποθοῦμεν ποιεῖν οἱ ἀδύνατοι διὰ τὴν τῶν προσδοκωμένων ἀπόληψιν, τῆς τῶν νεκρῶν ἀναστάσεως· 4. καὶ οὕτως ὁ κανὼν τεθεμελίωται πίστεως καὶ ἐλπίδος θεοῦ ἀγάπης καὶ μαρτυρίου ὑπὲρ ὀνόματος θεοῦ ἐν διωγμοῖς βασάνων καὶ ἄλλων ἀπανθρώπων κολάσεων ἐν τοῖς μὴ ἀρνουμένοις ἀνάστασιν τῆς ἡμῶν σαρκός, ἀλλὰ πιστεύουσιν ὅτι αὐτὸ τὸ σπειρόμενον ἐν τῇ γῇ ἐγερθήσεται. 5. δύο γὰρ σαφεῖς καὶ ἀληθεῖς μαρτυρίας ἔδωκαν ἡμῖν αἱ θεῖαι γραφαί, δι’ ὧν δυνάμεθα τὴν τῆς ἡμῶν ἀναστάσεως ἐλπίδα γνῶναι καὶ μὴ σφαλῆναι μύθοις κενοδόξων ἀνθρώπων ἀπατηθέντων καὶ τῷ βίῳ ἀπάτην γραψάντων. ἵνα οὖν μὴ πολλαῖς μαρτυρίαις χρήσωμαι (οὐ γάρ εἰσιν ὀλίγαι ἐν καινῇ τε καὶ παλαιᾷ περὶ τῆς ἡμῶν ἐλπίδος καὶ ἀναστάσεως) συντόμως ἐρῶ τοῦτο·

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Ancoratus
Translations of this Work
Der Festgeankerte (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy