• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Dionysius the Areopagite, ps. (520) ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
ΚΕΦΑΛΑΙΟΝ ΙΕ΄

1.

Φέρε δὴ λοιπὸν ἀναπαύοντες ἡμῶν, εἰ δοκεῖ, τὸ νοερὸν ὄμμα τῆς περὶ τὰς ἑνικὰς καὶ ὑψηλὸις θεωρίας ἀγγελοπρεποῦς συντονίας ἐπὶ τὸ διαιρετὸν καὶ πολυμερὲς πλάτος τῆς πολυειδοῦς τῶν ἀγγελικῶν μορφοποιὶῶν ποικιλίας καταβάντες, πάλιν ἀπ' αὐτῶν ὡς ἀπ' εἰκόνων ἐπὶ τὴν ἁπλότητα τῶν οὐρανίων νοῶν ἀναλυτικῶς ἀνακάμπτωμεν.

Ἔστω δέ σοι προδιεγνωσμένον ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις τὰς αὐτὰς ἔσθ' ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι καὶ αὖθις ἱεραρχουμένας, καὶ τὰς ἐσχάτας ἱεραρχούσας ἱεραρχουμένας τε τὰς πρώτας καὶ τὰς αὐτὰς ὡς εἴρηται πρώτας τε καὶ μέσας καὶ τελευταίας ἐχούσας δυνάμεις, οὐδενὸς ἀτόπου λόγου παρεισαγομένου κατὰ τὸν τοιόνδε τῶν ἀναπτύξεων τρόπον· εἰ μὲν γὰρ ἱεραρχεῖσθαί τινας ὑπὸ τῶν προτέρων ἐλέγομεν, εἶτα τῶν αὐτῶν ἱεραρχούσας καὶ τὰς προτέρας αὖθις ἱεραρχούσας τῶν τελευταίων ἱεραρχεῖσθαι πρὸς αὐτῶν ἐκείνων τῶν ἱεραρχουμένων, ὄντως ἀτοπία τὸ πρᾶγμα καὶ συγχύσεως πολλῆς ἀνάμεστον εἰ δὲ τὰς αὐτὰς ἱεραρχεῖν τε καὶ ἶεραρχεῖσθαι λέγομεν, οὐκέτι δὲ τῶν αὐτῶν ἢ πρὸς τῶν αὐτῶν, ἀλλ' αὐτὴν ἑκάστην ἱεραρχεῖσθαι μὲν ὑπὸ τῶν προτέρων, ἱεραρχεῖν δὲ τῶν τελευταίων, οὐκ ἀπεικότως ἄν τις φαίη τὰς ἐν τοῖς λογίοις ἱεροπλάστους μορφώσεις τὰς αὐτὰς ἔσθ' ὅτε δύνασθαι καὶ πρώταις καὶ μέσαις καὶ τελευταίαις δυνάμεσιν οἰκείως καὶ ἀληθῶς περιτεθῆναι, καὶ τὸ πρὸς τὸ ἄναντες οὖν ἐπιστρεπτικῶς ἀνατείνεσθαι καὶ τὸ περὶ ἑαυτὰς ἀῤῥεπῶς εἰλεῖσθαι τῶν οἰκείων οὔσας φρουρητικὰς δυνάμεων καὶ τὸ τῇ περὶ τὰ δεύτερα κοινωνικῆ προόδῳ τῆς προνοητικῆς αὐτὰς ἐν μεθέξει δυνάμεως εἶναι πάσαις ἀψευδῶς ἁρμόσει ταῖς οὐρανίαις οὐσίαις, εἰ καὶ ταῖς μὲν ὑπερκειμένως καὶ ὁλικῶς, ὡς πολλάκις εἴρηται, ταῖς δὲ μερικῶς καὶ ὑφειμένως.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
ΠΕΡΙ ΤΗΣ ΟΥΡΑΝΙΑΣ ΙΕΡΑΡΧΙΑΣ
Translations of this Work
Himmlische Hierarchie (BKV) Compare
Himmlische Hierarchie (Edith Stein) Compare
Le livre de la hierarchie celeste Compare
Commentaries for this Work
Einleitung zur Himmlischen und Kirchlichen Hierarchie

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy