• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Barnabasbrief (100) Epistula Barnabae Barnabas (Lightfoot)

15.

1. Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου γέγραπταιἐν τοῖς δέκα λόγοις, ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει1 Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον· Καὶ ἁγιάσατετὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶκαρδίᾳ καθαρᾷ. 2. καὶ ἐν ἑτέρῳ λέγει· Ἐὰν[P. 394]() 2 φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον, τότε ἐπιθήσωτὸ ἔλεός μου ἐπ̓ αὐτούς. 3. τὸ σάββατον λέγει3 ἐν ἀρχῇ τῆς κτίσεως· Καὶ ἐποίησεν ὁ θεὸς ἐνἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καὶ συνετέλεσενἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν4 αὐτῇ καὶ ἡγίασεν αὐτήν. 4. προσέχετε, τέκνα, τίλέγει τὸ συνετέλεσεν ἐν ἓξ ἡμέραις. τοῦτο λέγει,ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριοςτὰ σύμπαντα· ἡ γὰρ ἡμέρα παῤ αὐτῷ σημαίνει5 χίλια ἔτη. αὐτὸς δέ μοι μαρτυρεῖ λέγων· Ἰδού,ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη. οὐκοῦν, τέκνα,ἐν ἓξ ἡμέραις, ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν συντελεσθήσεται6 τὰ σύμπαντα. 5. Καὶ κατέπαυσεντῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. τοῦτο λέγει· ὅταν ἐλθὼνὁ υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμουκαὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιονκαὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, τότε καλῶς7 καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 6. πέραςγέ τοι λέγει· Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖςκαὶ καρδίᾳ καθαρᾷ. εἰ οὖν ἣν ὁ θεὸς ἡμέρανἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇκαρδίᾳ, ἐν πᾶσιν πεπλανήμεθα. 7. ἴδε ὅτι ἄρατότε καλῶς καταπαυόμενοι ἁγιάσομεν αὐτήν, ὅτεδυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντεςτὴν ἐπαγγελίαν, μηκέτι οὔσης τῆς ἀνομίας, καινῶνδὲ γεγονότων πάντων ὑπὸ κυρίου· τότε δυνησόμεθααὐτὴν ἁγιάσαι, αὐτοὶ ἁγιασθέντες πρῶτον.8 8. πέρας γέ τοι λέγει αὐτοῖς· Τὰς νεομηνίας ὑμῶνκαὶ τὰ σάββατα οὐκ ἀνέχομαι. ὁρᾶτε, πῶς λέγει;οὐ τὰ νῦν σάββατα ἐμοὶ δεκτά, ἀλλὰ ὃ πεποίηκα,ἐν ᾧ καταπαύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόηςP. 396 ποιήσω, ὅ ἐστιν ἄλλου κόσμου ἀρχήν. 9. διὸκαὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην,ἐν ᾗ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶφανερωθεὶς ἀνέβη εἰς οὐρανούς.


  1. Exod 20, 8; Deunt. 5, 12, cf. Ps. 23, 4 ↩

  2. Jer 17. 24. 25, cf. RL 91, 13-17 ↩

  3. Gen. 2. 5 ↩

  4. Gell. 2, 2 ↩

  5. Ps. 90, 40; II Pet. 3, 8 ↩

  6. Gen 2, 2 ↩

  7. EI. 30, 8 ↩

  8. Is 1, 13 ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Barnabas (Lightfoot)
Übersetzungen dieses Werks
Barnabasbrief (BKV) vergleichen
Épître de Barnabé vergleichen
The Epistle of Barnabas vergleichen
Kommentare zu diesem Werk
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung