17.
1. Ἐφ̓ ὅσον ἦν ἐν δυνατῷ καὶ ἁπλότητι δηλῶσαιὑμῖν, ἐλπίζει μου ἡ ψυχὴ τῇ ἐπιθυμίᾳ μου μὴπαραλελοιπέναι τι τῶν ἀνηκόντων εἰς σωτηρίαν. 2. ἐὰν γὰρ περὶ τῶν ἐνεστώτων ἢ μελλόντωνγράφω ὑμῖν, οὐ μὴ νοήσητε διὰ τὸ ἐν παραβολαῖςκεῖσθαι. ταῦτα μὲν οὕτως.