20.
1. Ἡ δὲ τοῦ μέλανος ὁδός ἐστιν σκολιὰ καὶκατάρας μεστή. ὁδὸς γάρ ἐστιν θανάτου αἰωνίουμετὰ τιμωρίας, ἐν ᾖ ἐστιν τὰ ἀπολλύντα τὴνψυχὴν αὐτῶν· εἰδωλολατρεία, θρασύτης, ὕψοςδυνάμεως, ὑπόκρισις, διπλοκαρδία, μοιχεία, φόνος,ἁρπαγή, ὑπερηφανία, παράβασις, δόλος, κακία,αὐθάδεια, φαρμακεία, μαγεία, πλεονεξία, ἀφοβίαθεοῦ. 2. διῶκται τῶν ἀγαθῶν, μισοῦντες ἀλήθειαν,ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης,1 οὐ κολλώμενοι ἀγαθῷ, οὐ κρίσει δικαίᾳ, χήρᾳκαὶ ὀρφανῷ οὐ προσέχοντες, ἀγρυπνοῦντες οὐκ εἰςφόβον θεοῦ, ἀλλ̓ ἐπὶ τὸ πονηρόν, ὦν μακρὰν καὶ2 πόρρω πραΰτης καὶ ὑπομονή, ἀγαπῶντες μάταια,3 διώκοντες ἀνταπόδομα, οὐκ ἐλεῶντες πτωχόν, οὐπονοῦντες ἐπὶ καταπονουμένῳ, εὐχερεῖς ἐν καταλαλιᾷ,οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς,φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοιτὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον,πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι.