5.
1. Εἰς τοῦτο γὰρ ὑπέμεινεν ὁ κύριος παραδοῦναιτὴν σάρκα εἰς καταφθοράν, ἵνα τῇ ἀφέσειτῶν ἁμαρτιῶν ἁγνισθῶμεν, ὅ ἐστιν ἐν τῷ αἵματιτοῦ ῥαντίσματος αὐτοῦ.1 2. γέγραπται γὰρπερὶ αὐτοῦ ἅ μὲν πρὸς τὸν Ἰσραήλ, ἃ δὲ πρὸς2 ἡμᾶς, λέγει δὲ οὕτως· Ἐτραυματίσθη διὰ τὰςἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίαςἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· ὡςπρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνοςἐναντίον τοῦ κείραντος αὐτόν. 3. οὐκοῦν ὑπερευχαριστεῖνὀφείλομεν τῷ κυρίῳ, ὅτι καὶ τὰπαρεληλυθότα ἡμῖν ἐγνώρισεν καὶ ἐν τοῖς ἐνεστῶσινἡμᾶς ἐσόφισεν. καὶ εἰς τὰ μέλλοντα οὐκ3 ἐσμὲν ἀσύνετοι. 4. λέγει δὲ ἡ γραφή· Οὐκἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. τοῦτο λέγει,ὅτι δικαίως ἀπολεῖται ἄνθρωπος, ὃς ἔχων ὁδοῦδικαιοσύνης γνῶσιν ἑαυτὸν εἰς ὁδὸν σκότουςἀποσυνέχει. 5. ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου·εἰ ὁ κύριος ὑπέμεινεν παθεῖν περὶ τῆς ψυχῆςἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος ᾧ εἶπεν ὁ4 θεὸς ἀπὸ καταβολῆς κόσμου· Ποιήσωμεν ἄνθρωπονκατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν·πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν; 6. μάθετε. οἱ προφῆται, ἀπ̓ αὐτοῦ ἔχοντες τὴνχάριν, εἰς αὐτὸν ἐπροφήτευσαν· αὐτὸς δέ, ἵνα5 καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν6 δείξῃ, ὅτι ὲν σαρκὶ ἕδει αὐτὸν φανερωθῆναι,[P. 356]()ὑπέμεινεν, 7. ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίανἀποδῷ, καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸνἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴνἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ. 8. πέρας γέτοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατακαὶ σημεῖα ποιῶν ἐκήρυσσεν, καὶ ὑπερηγάπησεναὐτόν. 9. ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺςμέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο,ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους,7 ἵνα δείξῃ, ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸνθεοῦ. 10. εἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, οὐδ̓ ἄν πως8 οἱ ἄνθρωποι ἐσώθησαν βλέποντες αὐτόν, ὅτε τὸνμέλλοντα μὴ εἶναι ἥλιον, ἔργου τῶν χειρῶν αὐτοῦὑπάρχοντα, ἐμβλέποντες οὐκ ἰσχύουσιν εἰς τὰςἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι· 11. οὐκοῦν ὁυἱὸς τοῦ θεοῦ εἰς τοῦτο ἐν σαρκὶ ἦλθεν, ἵνα τὸτέλειον τῶν ἁμαρτιῶν ἀνακεφαλαιώσῃ τοῖς διώξασινἐν θανάτῳ τοὺς προφήτας αὐτοῦ. 12. οὐκοῦνεἰς τοῦτο ὑπέμεινεν. λέγει γὰρ ὁ θεὸς τὴν πληγὴν9 τῆς σαρκὸς αὐτοῦ ὅτι ἐξ αὐτῶν· Ὅταν πατάξωσιντὸν ποιμένα ἑαυτῶν, τότε ἀπολεῖται τὰπρόβατα τῆς ποίμνης. 13. αὐτὸς δὲ ἠθέλησενοὕτω παθεῖν· ἔδει γάρ, ἵνα ἐπὶ ξύλου πάθῃ.10 λέγει γὰρ ὁ προφητεύων ἐπ̓ αὐτῷ. Φεῖσαί μου11 τῆς ψυχῆς ἀπὸ ῥομφαίας, καί· Καθήλωσόν μουτὰς σάρκας, ὅτι πονηρευομένων συναγωγαὶ ἐπανέστησάν12 νέστησάν μοι. 14. καὶ πάλιν λέγει· Ἰδού, τέθεικάμου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας εἰςῥαπίσματα. τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν.P. 358
-
ai(/mati tou= r(anti/smatos au)tou= N, r(anti/smati au)tou= tou/ ai(/matos CL, a natural correction of the more difficult phrase. ↩
-
Is, 53, 5. 7 ↩
-
Prov. 1, 17 ↩
-
Gen. 1, 26 ↩
-
II Tim. 1, 10 ↩
-
I Tim. 8, 16 ↩
-
Mk. 8, 17 ↩
-
ou)d a)/n pws *n, ou)d) a)/n C, pw=s a)/n GL. ↩
-
Zach. 16,6 7. of. Mt. 26, 91 ↩
-
Ps. 22, 40 ↩
-
Ps. 110, 120; ↩
-
Is. 50, 6. 7 ↩