7.
1. Οὐκοῦν νοεῖτε, τέκνα εὐφροσύνης, ὅτι πάνταὁ καλὸς κύριος προεφανέρωσεν ἡμῖν, ἵνα γνῶμεν,ᾧ κατὰ πάντα εὐχαριστοῦντες ὀφείλομεν αἰνεῖν.1 2. εἰ οὖν ὁ υἱὸς τοῦ θεοῦ, ὢν κύριος καὶ μέλλωνκρίνειν ζῶντας καὶ νεκρούς, ἔπαθεν, ἵνα ἡ πληγὴαὐτοῦ ζωοποιήσῃ ἡμᾶς· πιστεύσωμεν, ὅτι ὁ υἱὸςτοῦ θεοῦ οὐκ ἠδύνατο παθεῖν εἰ μὴ δἰ ἡμᾶς.2 3. ἀλλὰ καὶ σταυρωθεὶς ἐποτίζετο ὄξει καὶ χολῇ.ἀκούσατε, πῶς περὶ τούτου πεφανέρωκαν οἱ3 ἱερεῖς τοῦ ναοῦ. γεγραμμένης ἐντολῆς· Ὃς ἂνμὴ νηστεύσῃ τὴν νηστείαν, θανάτῳ ἐξολεθρευθήσεται,ἐνετείλατο κύριος, ἐπεὶ καὶ αὐτὸς ὑπὲρ τῶνἡμετέρων ἁμαρτιῶν ἔμελλεν τὸ σκεῦος τοῦ πνεύματοςπροσφέρειν θυσίαν, ἵνα καὶ ὁ τύπος ὁγενόμενος ἐπὶ Ἰσαὰκ τοῦ προσενεχθέντος ἐπὶ τὸθυσιαστήριον τελεσθῇ. 4. τί οὖν λέγει ἐν τῷπροφήτῃ; Καὶ φαγέτωσαν ἐκ τοῦ τράγου τοῦπροσφερομένου τῇ νηστείᾳ ὑπὲρ πασῶν τῶνἁμαρτιῶν. προσέχετε ἀκριβῶς· Καὶ φαγέτωσανοἱ ἱερεῖς μόνοι πάντες τὸ ἔντερον ἄπλυτον μετὰὄξους. 5. πρὸς τί ; ἐπειδὴ ἐμὲ ὑπὲρ ἁμαρτιῶνμέλλοντα τοῦ λαοῦ μου τοῦ καινοῦ προσφέρειν4 τὴν σάρκα μου μέλλετε ποτίζειν χολὴν μετὰὄξους, φάγετε ὑμεῖς μόνοι, τοῦ λαοῦ νηστεύοντοςκαὶ κοπτομένου ἐπὶ σάκκου καὶ σποδοῦ. ἵνα δείξῃ,ὅτι δεῖ αὐτὸν παθεῖν ὑπ̓ αὐτῶν. 6. ἃ ἐνετείλατο,5 προσέχετε· Λάβετε δύο τράγους καλοὺς καὶὁμοίους καὶ προσενέγκατε, καὶ λαβέτω ὁ ἱερεὺςτὸν ἔνα εἰς ὁλοκαύτωμα ὑπὲρ ἁμαρτιῶν. 7. τὸν[P. 366]() 6 δὲ ἕνα τί ποιήσωσιν;7 Ἐπικατάρατος, φησιν, ὁεἷς. προσέχετε, πῶς ὁ τύπος τοῦ Ἰησοῦ φανεροῦται· 8. Καὶ ἐμπτύσατε πάντες καὶ κατακεντήσατεκαὶ περίθετε τὸ ἔριον τὸ κόκκινον περὶτὴν κεφαλὴν αὐτοῦ, καὶ οὕτως εἰς ἔρημον βληθήτω.καὶ ὅταν γένηται οὕτως, ἄγει ὁ βαστάζων τὸντράγον εἰς τὴν ἔρημον καὶ ἀφαιρεῖ τὸ ἔριον καὶἐπιτίθησιν αὐτὸ ἐπὶ φρύγανον τὸ λεγόμενον ῥαχήλ,8 οὗ καὶ τοὺς βλαστοὺς εἰώθαμεν τρώγειν ἐν τῇχώρᾳ εὑρίσκοντες· οὕτω μόνης τῆς ῥαχοῦς9 οἱκαρποὶ γλυκεῖς εἰσιν. 9. τί οὖν τοῦτό ἐστιν;10 προσέχετε· Τὸν μὲν ἕνα ἐπὶ τὸ θυσιαστήριον, τὸνδὲ ἕνα ἐπικατάρατον, καὶ ὅτι τὸν ἐπικατάρατονἐστεφανωμένον; ἐπειδὴ ὄψονται αὐτὸν τότε τῇ11 ἠμέρᾳ τὸν ποδήρη ἔχοντα τὸν κόκκινον περὶ τὴνσάρκα καὶ ἐροῦσιν· Οὐχ οὗτός ἐστιν, ὅν ποτεἡμεῖς ἐσταυρώσαμεν ἐξουθενήσαντες καὶ κατακεντήσαντεςκαὶ ἐμπτύσαντες;12 ἀληθῶς οὗτος ἦν,ὁ τότε λέγων ἑαυτὸν υἱὸν θεοῦ εἶναι. 10. πῶς13 γὰρ ὅμοιος ἐκείνῳ; εἰς τοῦτο ὁμοίους τοὺς τράγους,καλούς, ἴσους, ἵνα, ὅταν ἴδωσιν αὐτὸν τότε ἐρχόμενον,ἐκπλαγῶσιν ἐπὶ τῇ ὁμοιότητι τοῦ τράγου.οὐκοῦν ἴδε τὸν τύπον τοῦ μέλλοντος πάσχεινἸησοῦ. 11. τί δέ, ὅτι τὸ ἔριον μέσον τῶνἀκανθῶν τιθέασιν; τύπος ἐστὶν τοῦ Ἰησοῦ τῇἐκκλησίᾳ θέμενος, ὅτι ὃς ἐὰν θέλῃ τὸ ἔριον ἆραιτὸ κόκκινον, δεῖ αὐτὸν πολλὰ παθεῖν διὰ τὸ εἶναιP. 368 φοβερὰν τὴν ἄκανθαν, καὶ θλιβέντα κυριεῦσαιαὐτοῦ. οὕτω, φησίν, οἱ θέλοντές με ἰδεῖν καὶἅψασθαί μου τῆς βασιλείας ὀφείλουσιν θλιβέντεςκαὶ παθόντες λαβεῖν με.
-
II Tim. 4, 1 (I. Pet. 4, 5) ↩
-
Mt. 27, 34, 48 ↩
-
Lev. 23, 22 ↩
-
Mt. 27, 84. 48 ↩
-
Lev. 16, 7, 9 ↩
-
Lev. 16, 3. 10 ↩
-
poih/swsin N, poih/sousin CG. ↩
-
r(axh/l N, r(axi/l G, r(axh/ C. ↩
-
r(axou=s NG, r(axh=s C. th=s r(axou=s can acarcely be right, but in face of the evidence can hardly be rejected. ↩
-
Lev. 18, 8 ↩
-
Rev. 1, 7. 13 ↩
-
e)couqenh/samen e)mptu/santes(??) ↩
-
Lev. 16. 7 ↩