9.
1. Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέτεμενἡμῶν τὴν καρδίαν. λέγει κύριος ἐν τῷ1 προφήτῃ· Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. καὶ2 πάλιν λέγει· Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν,3 ἃ ἐποίησα γνώσονται. καί· Περιτμήθητε, λέγεικύριος, τὰς καρδίας ὑμῶν. 2. καὶ πάλιν λέγει4 Ἄκουε Ἰσραήλ. ὅτι τάδε λέγει κύριος ὁ θεός σου.5 καὶ πάλιν τὸ πνεῦμα κυρίου προφητεύει·6 Τίςἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτωτῆς φωνῆς τοῦ παιδός μου. 3. καὶ πάλιν7 λέγει· Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριοςἐλάλησεν ταῦτα εἰς μαρτύριον. καὶ πάλιν λέγει·8 Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου.9 καὶ πάλιν λέγει· Ἀκούσατε, τέκνα, φωνῆςβοῶντος ἐν τῇ ἐρήμῳ. οὐκοῦν περιέτεμεν ἡμῶντὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμενἡμεῖς. 4. ἀλλὰ καὶ ἡ περιτομή, ἐφ̓ ᾗ πεποίθασιν,κατήργηται, περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸςγενηθῆναι· ἀλλὰ παρέβησαν, ὅτι ἄγγελος πονηρὸς[P. 372]() 10 ἐσόφιζεν αὐτούς. 5. λέγει πρὸς αὐτούς· Τάδελέγει κύριος ὁ θεὸς ὑμῶν ʽὧδε εὑρίσκω ἐντολήν̓·Μὴ σπείρητε ἐπ̓ ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ11 ὑμῶν. καὶ τί λέγει; Περιτμήθητε τὴν σκληροκαρδίανὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε.12 λάβε πάλιν· Ἰδού, λέγει κύριος, πάντατὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτοςἀπερίτμητος καρδίας. 6. ἀλλ̓ ἐρεῖς· Καὶ μὴνπεριτέτμηται ὁ λαὸς εἰς σφραγῖδα. ἀλλὰ καὶπᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶνεἰδώλων. ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκηςαὐτῶν εἰσίν; ἀλλὰ καὶ οἱ Αἰγύπτιοι ἐν περιτομῇεἰσίν. 7. μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντωνπλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς,ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν,λαβὼν τριῶν γραμμάτων δόγματα. 8. λέγει13 γάρ· Καὶ περιέτεμεν Ἀβραὰμ ἐκ τοῦ οἴκουαὐτοῦ ἄνδρας δεκαοκτὼ καὶ τριακοσίους. τίς οὖνἧ δοθεῖσα αὐτῷ γνῶσις; μάθετε, ὅτι τοὺς δεκαοκτὼπρώτους, καὶ διάστημα ποιήσας λέγειτριακοσίους. τὸ δεκαοκτὼ