• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

9.

1. Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέτεμενἡμῶν τὴν καρδίαν. λέγει κύριος ἐν τῷ1 προφήτῃ· Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. καὶ2 πάλιν λέγει· Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν,3 ἃ ἐποίησα γνώσονται. καί· Περιτμήθητε, λέγεικύριος, τὰς καρδίας ὑμῶν. 2. καὶ πάλιν λέγει4 Ἄκουε Ἰσραήλ. ὅτι τάδε λέγει κύριος ὁ θεός σου.5 καὶ πάλιν τὸ πνεῦμα κυρίου προφητεύει·6 Τίςἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτωτῆς φωνῆς τοῦ παιδός μου. 3. καὶ πάλιν7 λέγει· Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριοςἐλάλησεν ταῦτα εἰς μαρτύριον. καὶ πάλιν λέγει·8 Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου.9 καὶ πάλιν λέγει· Ἀκούσατε, τέκνα, φωνῆςβοῶντος ἐν τῇ ἐρήμῳ. οὐκοῦν περιέτεμεν ἡμῶντὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμενἡμεῖς. 4. ἀλλὰ καὶ ἡ περιτομή, ἐφ̓ ᾗ πεποίθασιν,κατήργηται, περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸςγενηθῆναι· ἀλλὰ παρέβησαν, ὅτι ἄγγελος πονηρὸς[P. 372]() 10 ἐσόφιζεν αὐτούς. 5. λέγει πρὸς αὐτούς· Τάδελέγει κύριος ὁ θεὸς ὑμῶν ʽὧδε εὑρίσκω ἐντολήν̓·Μὴ σπείρητε ἐπ̓ ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ11 ὑμῶν. καὶ τί λέγει; Περιτμήθητε τὴν σκληροκαρδίανὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε.12 λάβε πάλιν· Ἰδού, λέγει κύριος, πάντατὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτοςἀπερίτμητος καρδίας. 6. ἀλλ̓ ἐρεῖς· Καὶ μὴνπεριτέτμηται ὁ λαὸς εἰς σφραγῖδα. ἀλλὰ καὶπᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶνεἰδώλων. ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκηςαὐτῶν εἰσίν; ἀλλὰ καὶ οἱ Αἰγύπτιοι ἐν περιτομῇεἰσίν. 7. μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντωνπλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς,ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν,λαβὼν τριῶν γραμμάτων δόγματα. 8. λέγει13 γάρ· Καὶ περιέτεμεν Ἀβραὰμ ἐκ τοῦ οἴκουαὐτοῦ ἄνδρας δεκαοκτὼ καὶ τριακοσίους. τίς οὖνἧ δοθεῖσα αὐτῷ γνῶσις; μάθετε, ὅτι τοὺς δεκαοκτὼπρώτους, καὶ διάστημα ποιήσας λέγειτριακοσίους. τὸ δεκαοκτὼ ι δέκα, η ὀκτώ· ἔχειςἸησοῦν. ὅτι δὲ ὁ σταυρὸς ἐν τῷ ταῦ ἤμελλενἔχειν τὴν χάριν, λέγει καὶ τοὺς τριακοσίους.δηλοῖ οὖν τὸν μὲν Ἰησοῦν ἐν τοῖς δυσὶν γράμμασιν,καὶ ἐν τῷ ἑνὶ τὸν σταυρόν. 9. οἶδεν ὁ τὴνἔμφυτον δωρεὰν τῆς διδαχῆς αὐτοῦ θέμενος ἐνἡμῖν. οὐδεὶς γνησιώτερον ἔμαθεν ἀπ̓ ἐμοῦ λόγον·ἀλλὰ οἶδα, ὅτι ἄξιοί ἐστε ὑμεῖς.P. 374


  1. Ps. 18, 44 ↩

  2. Is33, 13 ↩

  3. Jer. 4, 4 ↩

  4. Jer. 7, 2. 6 ↩

  5. Ps. 39(94), 13;Exod, 15, 26 ↩

  6. kai\ pa/lin... profhteu/ei GL, om. NC. ↩

  7. Is. 1, (??) ↩

  8. Is. 1. 10 ↩

  9. Is. 40, 3 ↩

  10. Jer. 4, 3. 4 ↩

  11. Dent. 10, 16 ↩

  12. Jer, (??), 25. 26 ↩

  13. Gen. 17, 25, 27; 14, 14 ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy