• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Barnabasbrief (100) Epistula Barnabae Barnabas (Lightfoot)

13.

1. Ἴδωμεν δὲ εἰ οὗτος ὁ λαὸς κληρονομεῖ ἡὁ πρῶτος, καὶ εἰ ἡ διαθήκη εἰς ἡμᾶς ἢ εἰςἐκείνους. 2. ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει1 ἡ γραφή· Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆςγυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· καὶ συνέλαβεν.2 εἶτα ἐξῆλθεν Ῥεβέκκα πυθέσθαι παρὰ κυρίου,καὶ εἶπεν κύριος πρὸς αὐτήν· Δύο ἔθνη ἐν τῇγαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου, καὶ[P. 388]()ὑπερέξει λαὸς λαοῦ καὶ ὁ μείζων δουλεύσει τῷἐλάσσονι. 3. αἰσθάνεσθαι ὀφείλετε, τίς ὁ Ἰσαὰκκαὶ τίς ἡ Ῥεβέκκα. καὶ ἐπὶ τίνων δέδειχεν, ὅτιμείζων ὁ λαὸς οὗτος ἢ ἐκεῖνος. 4. καὶ ἐν ἄλλῃπροφητείᾳ λέγει φανερώτερον ὁ Ἰακὼβ πρὸς3 Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, λέγων· Ἰδού, οὐκ ἐστέρησένμε κύριος τοῦ προσώπου σου· προσάγαγέμοι τοὺς υἱούς σου, ἵνα εὐλογήσω αὐτούς. 5. καὶ4 προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ, τὸν Μανασσῆθέλων ἵνα εὐλογηθῇ, ὅτι πρεσβύτερος ἦν· ὁ γὰρἸωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦπατρὸς Ἰακώβ. εἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι5 τοῦ λαοῦ τοῦ μεταξύ· καὶ τί λέγει; Καὶἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ καὶἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ,τοῦ δευτέρου καὶ νεωτέρου, καὶ εὐλόγησεν αὐτόν.καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἰακώβ· Μετάθες σου τὴνδεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ὅτι πρωτότοκόςμου υἱός ἐστιν. καὶ εἶπεν Ἰακὼβ πρὸςἸωσήφ· Οἰδα, τέκνον, οἶδα· ἀλλ̓ ὁ μείζων δουλεύσειτῷ ἐλάσσονι, καὶ οὗτος δὲ εὐλογηθήσεται. 6. βλέπετε, ἐπὶ τίνων τέθεικεν, τὸν λαὸν τοῦτονεἶναι πρῶτον καὶ τῆς διαθήκης κληρονόμον. 7. εἰοὖν ἔτι καὶ διὰ τοῦ Ἀβραὰμ ἐμνήσθη, ἀπέχομεν6 τὸ τέλειον τῆς γνώσεως ἡμῶν. τί οὖν λέγει τῷἈβραάμ, ὅτε μόνος πιστεύσας ἐτέθη εἰς δικαιοσύνην;7 Ἰδού, τέθεικά σε, Ἀβραάμ, πατέραἐθνῶν τῶν πιστευόντων δἰ ἀκροβυστίας τῷ θεῷ.P. 390


  1. Gen. 2(??), 21 ↩

  2. Gen. 25, 22-23 cf. Rom. 9, 10-12 ↩

  3. Gen. 45, 11 ↩

  4. Gen. 48, 9 ↩

  5. Gen. 48, 18-19 ↩

  6. Gen. 15, 6 ↩

  7. Gen. 17. 4. 5, cf. Rom. 4 12-13 ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Barnabas (Lightfoot)
Übersetzungen dieses Werks
Barnabasbrief (BKV) vergleichen
Épître de Barnabé vergleichen
The Epistle of Barnabas vergleichen
Kommentare zu diesem Werk
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung