• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

19.

1. Ἡ οὖν ὁδὸς τοῦ φωτός ἐστιν αὕτη· ἐάν τιςθέλων ὁδὸν ὁδεύειν ἐπὶ τὸν ὡρισμένον τόπον, σπεύσῃ τοῖς ἔργοις αὐτοῦ. ἔστιν οὖν ἡ δοθεῖσα ἡμῖνγνῶσις τοῦ περιπατεῖν ἐν αὐτῇ τοιαύτη. 2. ἀγαπήσειςτὸν ποιήσαντά σε, φοβηθήσῃ τόν σε πλάσαντα,[P. 402]()δοξάσεις τόν σε λυτρωσάμενον ἐκ θανάτου·ἔσῃ ἁπλοῦς τῇ καρδίᾳ καὶ πλούσιος τῷ πνεύματι·οὐ κολληθήσῃ μετὰ τῶν πορευομένων ἐν ὁδῷθανάτου, μισήσεις πᾶν, ὃ οὐκ ἔστιν ἀρεστὸν τῷθεῷ, μισήσεις πᾶσαν ὑπόκρισιν· οὐ μὴ ἐγκαταλίπῃςἐντολὰς κυρίου. 3. οὐχ ὑψώσεις σεαυτόν,ἔσῃ δὲ ταπεινόφρων κατὰ πάντα· οὐκ ἀρεῖς ἐπὶσεαυτὸν δόξαν. οὐ λήμψῃ βουλὴν πονηρὰν κατὰτοῦ πλησίον σου, οὐ δώσεις τῇ ψυχῇ σου θράσος. 4. οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις.οὐ μή σου ὁ λόγος τοῦ θεοῦ ἐξέλθῃ ἐν ἀκαθαρσίᾳτινῶν. οὐ λήμψῃ πρόσωπον ἐλέγξαι τινὰἐπὶ παραπτώματι. ἔσῃ πραΰς, ἔσῃ ἡσύχιος, ἔσῃτρέμων τοὺς λόγους οὓς ἤκουσας. οὐ μνησικακήσειςτῷ ἀδελφῷ σου. 5. οὐ μὴ διψυχήσῃς, πότερον ἔσται1 ἢ οὔ. οὐ μὴ λάβῃς ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου.ἀγαπήσεις τὸν πλησίον σου ὑπὲρ τὴν ψυχήν σου.οὐ φονεύσεις τέκνον ἐν φθορᾷ, οὐδὲ πάλινγεννηθὲν ἀποκτενεῖς. οὐ μὴ ἄρῃς τὴν χεῖρά σουἀπὸ τοῦ υἱοῦ σου ἡ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰἀπὸ νεότητος διδάξεις φόβου θεοῦ. 6. οὐ μὴγένῃ ἐπιθυμῶν τὰ τοῦ πλησίον σου, οὐ μὴ γένῃπλεονέκτης. οὐδὲ κολληθήσῃ ἐκ ψυχῆς σου μετὰὑψηλῶν, ἀλλὰ μετὰ ταπεινῶν καὶ δικαίων ἀναστραφήσῃ.τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡςἀγαθὰ προσδέξῃ, εἰδώς, ὅτι ἄνευ θεοῦ οὐδὲνγίνεται. 7. οὐκ ἔσῃ διγνώμων οὐδὲ γλωσσώδης,2 [P. 404]()ὑποταγήσῃ κυρίοις ὡς τύπῳ θεοῦ ἐν αἰσχύνῃ καὶφόβῳ· οὐ μὴ ἐπιτάξῃς δούλῳ σου ἡ παιδίσκῃ ἐνπικρίᾳ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ̓ ἀμφοτέροιςθεόν· ὅτι οὐκ ἦλθεν κατὰ πρόσωπον καλέσαι, ἀλλ̓ἐφ̓ οὓς τὸ πνεῦμα ἡτοίμασεν. 8. κοινωνήσεις ἐνπᾶσιν τῷ πλησίον σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι·εἰ γὰρ ἐν τῷ ἀφθάρτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλονἐν τοῖς φθαρτοῖς; οὐκ ἔσῃ πρόγλωσσος· παγὶςγὰρ τὸ στόμα θανάτου. ὅσον δύνασαι, ὑπὲρ τῆςψυχῆς σου ἁγνεύσεις. 9. μὴ γίνου πρὸς μὲν τὸλαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι3 συσπῶν. ἀγαπήσεις ὡς κόρην τοῦ ὀφθαλμοῦ σουπάντα τὸν λαλοῦντά σοι τὸν λόγον κυρίου. 10. μνησθήσῃ ἡμέραν κρίσεως νυκτὸς καὶ ἡμέρας,καὶ ἐκζητήσεις καθ̓ ἑκάστην ἡμέραν τὰ πρόσωπατῶν ἁγίων, ἢ διὰ λόγου κοπιῶν καὶ πορευόμενοςεἰς τὸ παρακαλέσαι καὶ μελετῶν εἰς τὸ σῶσαιψυχὴν τῷ λόγῳ, ἢ διὰ τῶν χειρῶν σου ἐργάσῃεἰς λύτρωσιν ἁμαρτιῶν σου. 11. οὐ διστάσεις4 δοῦναι οὐδὲ διδοὺς γογγύσεις· γνώσῃ δέ, τίς ὁ τοῦμισθοῦ καλὸς ἀνταποδότης. φυλάξεις ἃ παρέλαβες,μήτε προστιθεὶς μήτε ἀφαιρῶν. εἰς τέλος5 μισήσεις τὸ πονηρόν. κρινεῖς δικαίως. 12. οὐποιήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένουςσυναγαγών. ἐξομολογήσῃ ἐπὶ ἁμαρτίαις σου.οὐ προσήξεις ἐπὶ προσευχὴν ἐν συνειδήσει πονηρᾷ.αὕτη ἐστὶν ἡ ὁδὸς, τοῦ φωτός.P. 406


  1. Deut. 5, 11 ↩

  2. glwssw/dhs *n, di/glwssos CG; G also adds pagi/s ga\r qana/tou e)stin h( diglwssi/a (from Apost, Comst.) “for to be double-tongued is the mare of death.”  ↩

  3. Deut. 32, 10; Ps. 17, 8, Prov. 7, 2 ↩

  4. Deut. 12, 32 ↩

  5. Deut. 1, 16; Prov. 31, 9 ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy