11.
1. Ζητήσωμεν δέ, εἰ ἐμέλησεν τῷ κυρίῳ προφανερῶσαιπερὶ τοῦ ὕδατος καὶ περὶ τοῦ σταυροῦ.περὶ μὲν τοῦ ὕδατος γέγραπται ἐπὶ τὸν Ἰσραήλ,πῶς τὸ βάπτισμα τὸ φέρον ἄφεσιν ἁμαρτιῶν οὐμὴ προσδέξονται, ἀλλ̓ ἑαυτοῖς οἰκοδομήσουσιν.1 2. λέγει γὰρ ὁ προφήτης· Ἔκστηθι οὐρανέ, καὶἐπὶ τούτῳ πλεῖον φριξάτω ἡ γῆ, ὅτι δύο καὶπονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον,[P. 380]()πηγὴν ζωῆς, καὶ ἑαυτοῖς ὤρυξαν βόθρον θανάτου.2 3. Μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος τὸ ἅγιόν μουΣινᾶ; ἔσεσθε γὰρ ὡς πετεινοῦ νοσσοὶ ἀνιπτάμενοινοσσιᾶς ἀφῃρημένοι. 4. καὶ πάλιν λέγει ὁ προφήτης·3 Ἐγὼ πορεύσομαι ἔμπροσθέν σου καὶ ὄρηὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺςσιδηροῦς συγκλάσω, καὶ δώσω σοι θησαυροὺςσκοτεινούς, ἀποκρύφους, ἀοράτους, ἵνα γνῶσιν4 ὅτι ἐγὼ κύριος ὁ θεός. 5. καί· Κατοικήσεις ἐνὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. καί· τὸ ὕδωραὐτοῦ πιστόν· βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ ἡψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου 6. καὶ5 πάλιν ἐν ἄλλῳ προφήτῃ λέγει· Καὶ ἔσται ὁταῦτα ποιῶν ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰτὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦδώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκἀπορυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. 7. οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ̓ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπουτῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐνκρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτιγινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶνἀπολεῖται. 8. αἰσθάνεσθε, πῶς τὸ ὕδωρ καὶ τὸνσταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν. τοῦτο γὰρ λέγει·μακάριοι, οἲ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησανεἰς τὸ ὕδωρ, ὅτι τὸν μὲν μισθὸν λέγει ἐνκαιρῷ αὐτοῦ· τότε, φησίν, ἀποδώσω. νῦν δὲ ὅλέγει· τὰ φύλλα οὐκ ἀπορυήσεται, τοῦτο λέγει·ὅτι πᾶν ῥῆμα, ὃ ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ6 στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ, ἔσται εἰςἐπιστροφὴν καὶ ἐλπίδα πολλοῖς. 9. καὶ πάλινἕτερος προφήτης λέγει. Καὶ ἦν ἡ γῆ τοῦ ἸακὼβP. 382 ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν. τοῦτο λέγει·7 τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζει. 10. εἶτα8 τί λέγει; Καὶ ἦν ποταμὸς ἕλκων ἐκ δεξιῶν, καὶἀνέβαινεν ἐξ αὐτοῦ δένδρα ὡραῖα· καὶ ὃς ἂν φάγῃἐξ αὐτῶν, ζήσεται εἰς τὸν αἰῶνα. 11. τοῦτο λέγειὅτι ἡμεῖς μὲν καταβαίνομεν εἰς τὸ ὕδωρ γέμοντεςἁμαρτιῶν καὶ ῥύπου, καὶ ἀναβαίνομεν καρποφοροῦντεςἐν τῇ καρδίᾳ τὸν φόβον καὶ τὴν ἐλπίδα9 εἰς τὸν Ἰησοῦν ἐν τῷ πνεύματι ἔχοντες. Καὶ ὃςἂν φάγῃ ἀπὸ τούτων, ζήσεται εἰς τὸν αἰῶνα,τοῦτο λέγει· ὃς ἄν, φησίν, ἀκούσῃ τούτων λαλουμένωνκαὶ πιστεύσῃ, ζήσεται εἰς τὸν αἰῶνα.