12.
1. Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζειἐν ἄλλῳ προφήτῃ λέγοντι· Καὶ πότε ταῦτα συντελεσθήσεται;λέγει κύριος· ὅταν ξύλον κλιθῇκαὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ.ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι1 μέλλοντος. 2. λέγει δὲ πάλιν τῷ Μωῡσῇ,2 πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων,καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰτὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον·λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵναποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν,ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ̓ αὐτῷ, εἰςτὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆςἓν ἐφ̓ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότεροςσταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ[P. 384]()οὕτως πάλιν ἐνίκα ὁ Ἰσραήλ. εἶτα, ὁπόταν καθεῖλεν,ἐθανατοῦντο. 3. πρὸς τί; ἵνα γνῶσιν ὅτιοὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ̓ αὐτῷ ἐλπίσωσιν.3 4. καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει· Ὅληντὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸνἀπειθῆ4 καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου. 5. πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖαὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσινἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ,5 ʽἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς,καὶ ἀπέθνησκον ἐπειδὴ ἡ παράβασις διὰ τοῦὄφεως ἐν Εὔᾳ ἐγένετὀ. ἵνα ἐλέγξῃ αὐτούς. ὅτι διὰτὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται.6 6. πέρας γέ τοι αὐτὸς Μωϋσῆςἐντειλάμενος· Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸνοὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν. αὐτὸς ποιεῖ, ἵνα τύποντοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὖν Μωϋσῆς χαλκοῦνὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸνλαόν. 7. ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωῦσέως,ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆςἰάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς·7 Ὅταν, φησίν. δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸνὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτωπιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι,καὶ παραχρῆμα σωθήσεται. καὶ οὕτωςἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαντοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν.8 8. τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή,ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὄντι προφήτῃ, ἵναμόνον ἀκούσῃ πᾶς ὁ λαός; ὅτι πάντα ὁ πατὴρP. 386 φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ. 9. λέγει οὖνΜωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς τοῦτο τὸ ὄνομα,9 ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς· Λάβεβιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον, ἃ λέγεικύριος, ὅτι ἐκκόψει ἐκ ῥιζῶν τὸν οἶκον πάντα τοῦἈμαλὴκ ὁ υἱὸς τοῦ θεοῦ ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν. 10. ἴδε πάλιν Ἰησοῦς, οὐχὶ υἱὸς ἀνθρώπου, ἀλλὰ10 υἱὸς τοῦ θεοῦ, τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς. ἐπεὶοὖν μέλλουσιν λέγειν, ὅτι Χριστὸς υἱὸς Δαυείδἐστιν,11 αὐτὸς προφητεύει Δαυείδ, φοβούμενος καὶ12 συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν· Εἷπενκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕωςἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.13 1 1. καὶ πάλιν λέγει οὕτως Ἡσαΐας· Εἷπεν κύριοςτῷ Χριστῷ μου κυρίῳ. οὗ ἐκράτησα τῆς δεξιᾶςαὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶἰσχὺν βασιλέων διαρρήξω. ἴδε, πῶς Δαυεὶδ λέγει14 αὐτὸν κύριον. καὶ υἱὸν οὐ λέγει.
-
Exod. 17 (??). ↩
-
tw=| mwush=| NC, e)n tw=| mwush=| GL “in Moses” i.e. in the “Pentateuch” shich sas spoken of as “Moses.” ↩
-
Is. 65, (??) ↩
-
a)peiqh= N a)peiqou=nta Cg (LXX). ↩
-
Num.21,6 ff. ↩
-
Dout 27. 15 ↩
-
Num. 21,8. 9 ↩
-
Is, 17 ↩
-
Exod 11, 14 ↩
-
Mt. 22. 42-49 ↩
-
xristo\s ui(o\s dauei/d e)stin N, o( xristo\s ui(o/s e)stin dauei/d CG. ↩
-
Ps. 110, 1 ↩
-
Is. 45, 1 ↩
-
Mk. 12, 87 cf, Mt. 22, 45; Luke, 20, 44 ↩