• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

16.

1. Ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐρῶ ὑμῖν, ὡςπλανώμενοι οἱ ταλαίπωροι εἰς τὴν οἰκοδομὴνἤλπισαν, καὶ οὐκ ἐπὶ τὸν θεὸν αὐτῶν τὸν ποιήσαντααὐτούς, ὡς ὄντα οἶκον θεοῦ. 2. σχεδὸνγὰρ ὡς τὰ ἔθνη ἀφιέρωσαν αὐτὸν ἐν τῷ ναῷ.ἀλλὰ πῶς λέγει κύριος καταργῶν αὐτόν, μάθετε·1 Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ ἢ τὴν γῆν δρακί;2 οὐκ ἐγώ; λέγει κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲγῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέμοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;ἐγνώκατε, ὅτι ματαία ἡ ἐλπὶς αὐτῶν. 3. πέρας3 γέ τοι πάλιν λέγει· Ἰδού, οἱ καθελόντες τὸν ναὸντοῦτον αὐτοὶ αὐτὸν οἰκοδομήσουσιν. 4. γίνεται,διὰ γὰρ τὸ πολεμεῖν αὐτοὺς καθῃρέθη ὑπὸ τῶνἐχθρῶν· νῦν καὶ αὐτοὶ οἱ τῶν ἐχθρῶν ὑπηρέταιἀνοικοδομήσουσιν αὐτόν. 5. πάλιν ὡς ἔμελλενἡ πόλις καὶ ὁ ναὸς καὶ ὁ λαὸς Ἰσραὴλ παραδίδοσθαι,4 ἐφανερώθη. λέγει γὰρ ἡ γραφή· Καὶἔσται ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν, καὶ παραδώσεικύριος τὰ πρόβατα τῆς νομῆς καὶ τὴν μάνδρανκαὶ τὸν πύργον αὐτῶν εἰς καταφθοράν. καὶἐγένετο καθ̓ ἃ ἐλάλησεν κύριος. 6. ζητήσωμενδέ, εἰ ἔστιν ναὸς θεοῦ. ἔστιν, ὅπου αὐτὸς λέγει5 ποιεῖν καὶ καταρτίζειν. γέγραπται γάρ· Καὶ[P. 398]()ἔσται, τῆς ἑβδομάδος συντελουμένης οἰκοδομηθήσεταιναὸς θεοῦ ἐνδόξως ἐπὶ τῷ ὀνόματι κυρίου. 7. εὑρίσκω οὖν, ὅτι ἔστιν ναός. πῶς οὖν οἰκοδομηθήσεταιἐπὶ τῷ ὀνόματι κυρίου, μάθετε. πρὸτοῦ ἡμᾶς πιστεῦσαι τῷ θεῷ ἦν ἡμῶν τὸ κατοικητήριοντῆς καρδίας φθαρτὸν καὶ ἀσθενές, ὡςἀληθῶς οἰκοδομητὸς ναὸς διὰ χειρός, ὅτι ἦν πλήρηςμὲν εἰδωλολατρείας καὶ ἦν οἶκος δαιμονίων διὰ τὸ6 ποιεῖν, ὅσα ἦν ἐναντία τῷ θεῷ, 8. Οἰκοδομηθήσεταιδὲ ἐπὶ τῷ ὀνόματι κυρίου. προσέχετε δέ,ἵνα ὁ ναὸς τοῦ κυρίου ἐνδόξως οἰκοδομηθῇ. πῶς,μάθετε. λαβόντες τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶἐλπίσαντες ἐπὶ τὸ ὄνομα ἐγενόμεθα καινοί, πάλινἐξ ἀρχῆς κτιζόμενοι· διὸ ἐν τῷ κατοικητηρίῳ ἡμῶνἀληθῶς ὁ θεὸς κατοικεῖ ἐν ἡμῖν. 9. πῶς; ὁ λόγοςαὐτοῦ τῆς πίστεως, ἡ κλῆσις αὐτοῦ τῆς ἐπαγγελίας,ἡ σοφία τῶν δικαιωμάτων, αἱ ἐντολαὶ τῆςδιδαχῆς, αὐτὸς ἐν ἡμῖν προφητεύων, αὐτὸς ἐν ἡμῖνκατοικῶν, τοὺς τῷ θανάτῳ δεδουλωμένους7 ἀνοίγωνἡμῖν τὴν θύραν τοῦ ναοῦ, ὅ ἐστιν στόμα, μετάνοιανδιδοὺς ἡμῖν, εἰσάγει εἰς τὸν ἄφθαρτον ναόν. 10. ὁγὰρ ποθῶν σωθῆναι βλέπει οὐκ εἰς τὸν ἄνθρωπον,ἀλλ̓ εἰς τὸν ἐν αὐτῷ κατοικοῦντα καὶ λαλοῦντα, ἐπ̓αὐτῷ ἐκπλησσόμενος, ἐπὶ τῷ μηδέποτε μήτε τοῦλέγοντος τὰ ῥήματα ἀκηκοέναι ἐκ τοῦ στόματοςμήτε αὐτός ποτε ἐπιτεθυμηκέναι ἀκούειν. τοῦτόἐστιν πνευματικὸς ναὸς οἰκοδομούμενος τῷ κυρίῳ.P. 400


  1. Is 40, 12 ↩

  2. Is. 86, 1 ↩

  3. Is. 49, 17 ↩

  4. Enoch 89, 55, 66, 67 ↩

  5. Dan. 9, 24-27 (??) ↩

  6. Dan. 9, 24-27 (??) ↩

  7. tou\s... dedoulwme/nous CGL, toi=s dedoulwme/nois N (probably a correction of the unexpected accusative). ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy