6.
1. Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; Τίςὁ κρινόμενός μοι; ἀντιστήτω μοι· ἡ τίς ὁ δικαιούμενόςμοι; ἐγγισάτω τῷ παιδὶ κυρίου. 2. οὐαὶ ὑμῖν,ὅτι ὑμεῖς πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶσὴς καταφάγεται ὑμᾶς. καὶ πάλιν λέγει ὁ προφήτης,1 ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν·Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ,2 ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον. 3. εἶτα τί3 λέγει; Καὶ ὃς ἐλπίσει ἐπ̓ αὐτὸν4 ζήσεται εἰς τὸναἰῶνα. ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο·ἀλλ̓ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ5 κύριος. λέγει γάρ· Καὶ ἔθηκέ με ὡς στερεὰν6 πέτραν. 4. λέγει δὲ πάλιν ὁ προφήτης· Λίθονὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθηεἰς κεφαλὴν γωνίας. καὶ πάλιν λέγει· Αὕτηἐστὶν ἡ ἡμέρα ἡ μεγάλη καὶ θαυμαστή, ἣν ἐποίησενὁ κύριος. 5. ἁπλούστερον ὑμῖν γράφω,ἵνα συνιῆτε· ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν.7 6. τί οὗν λέγει πάλιν ὁ προφήτης; Περιέσχεν μεσυναγωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ8 μέλισσαι κηρίον, καί· Ἐπὶ τὸν ἱματισμόν μουἔβαλον κλῆρον. 7. ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντοςφανεροῦσθαι καὶ πάσχειν, προεφανερώθητὸ πάθος. λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ·9 Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴνπονηρὰν καθ̓ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν[P. 360]() δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν. 8. τί λέγει10 ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; Ἰδού, τάδε11 λέγει κύριος ὁ θεός· Εἰσέλθατε εἰς τὴν γῆν τὴνἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατεαὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι. 9. τί δὲλέγει ἡ γνῶσις; μάθετε. ἐλπίσατε, φησίν,12 ἐπὶτὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν.ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα· ἀπὸ προσώπουγὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο.13 10. τί οὖν λέγει· Εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆνῥέουσαν γάλα καὶ μέλι; εὐλογητὸς ὁ κύριος ἡμῶν,ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶνκρυφίων αὐτοῦ· λέγει γὰρ ὁ προφήτης παραβολὴνκυρίου· τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων14 καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ; 11. ἐπεὶοὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν,ἐποίησεν ἡμᾶς ἄλλον τύπον, ὡς παιδίωνἔχειν τὴν ψυχήν, ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦἡμᾶς. 12. λέγει γὰρ ἡ γραφὴ περὶ ἡμῶν, ὡς15 λέγει τῷ υἱῷ· Ποιήσωμεν κατ̓ εἰκόνα καὶ καθ̓ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον, καὶ ἀρχέτωσαντῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦκαὶ τῶν ἰχθύων τῆς θαλάσσης. καὶ εἶπεν κύριος,16 ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν· Λὐξάνεσθε καὶπληθυνέσθε καὶ πληρώσατε τὴν γῆν. ταῦταπρὸς τὸν υἱόν. 13. πάλιν σοι ἐπιδείξω, πῶςπρὸς ἡμᾶς λέγει.17 δευτέραν πλάσιν ἐπ̓ ἐσχάτων[P. 362]() 18 ἐποίησεν. λέγει δὲ κύριος· Ἰδού, ποιῶ τὰ ἔσχαταὡς τὰ πρῶτα. εἰς τοῦτο οὖν ἐκήρυξεν ὁ προφήτης·19 Εἰσέλθατε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλικαὶ κατακυριεύσατε αὐτῆς. 14. ἴδε οὖν, ἡμεῖςἀναπεπλάσμεθα, καθὼς πάλιν ἐν ἑτέρῳ προφήτῃ20 λέγει· Ἰδού, λέγει κύριος, ἐξελῶ τούτων, τουτέστινὧν προέβλεπεν τὸ πνεῦμα κυρίου, τὰςλιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας· ὅτι αὐτὸςἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖνκατοικεῖν. 15. ναὸς γὰρ ἅγιος, ἀδελφοί μου,τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας.21 16. λέγει γὰρ κύριος πάλιν· Καὶ ἐν τίνι ὀφθήσομαιτῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι;22 λέγει· Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ ἀδελφῶνμου, καὶ ψαλῶ σοι ἀνάμεσον ἐκκλησίας ἁγίων.οὐκοῦν ἡμεῖς ἐσμέν, οὕς εἰσήγαγεν εἰς τὴν γῆν τὴνἀγαθήν. 17. τί οὖν τὸ γάλα καὶ τὸ μέλι; ὅτιπρῶτον τὸ παιδίον μέλιτι, εἶτα γάλακτι ζωοποιεῖται·οὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίαςκαὶ τῷ λόγῳ ζωοποιούμενοι ζήσομεν κατακυριεύοντεςτῆς γῆς. 18. προειρήκαμεν23 δὲ24 ἐπάνω. Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσανκαὶ ἀρχέτωσαν τῶν ἰχθύων. τίς οὖν ὁ δυνάμενοςνῦν ἄρχειν θηρίων ἤ ἰχθύων ἤ πετεινῶν τοῦοὐρανοῦ; αἰσθάνεσθαι γὰρ ὀφείλομεν, ὅτι τὸἄρχειν ἐξουσίας ἐστίν, ἵνα τις ἐπιτάξας κυριεύσῃ. 19. εἰ οὖν οὐ γίνεται τοῦτο νῦν, ἄρα ἡμῖν εἴρηκεν,πότε· ὅταν καὶ αὐτοὶ τελειωθῶμεν κληρονόμοιτῆς διαθήκης κυρίου γενέσθαι.P. 364
-
Is. 28, 16, of, Rom. 9, 53; ↩
-
I Pet. 2, 6 ↩
-
Is 38, 16 ↩
-
o(\s e)lpi/sei e)p) au)to/n G, d pisteu/wn ei)s au)to/n NCL, probably osing to the influence of the LXX. e)lpi/sei is conered by the follosing e)lpi/s. ↩
-
Is. 50, 7 ↩
-
Ps. 117, 22. 24 ↩
-
Ps. 22, 19; I 18, 12 ↩
-
Ps. 21, 19 ↩
-
Is. 3. 9, 10, of. Wisd. 2, 12 ↩
-
Erod. 33 1. 3; ↩
-
Lv. 20, 24 ↩
-
fhsi/n NC CL Clem. Alex. om. R G. ↩
-
Exod. 33, 1. 3 ↩
-
Eph. 2. 10; 4, 22-24 ↩
-
Gen. 1, 26 ↩
-
Gen. 1, 28 ↩
-
le/gei CL(g), le/gei ku/rios ↩
-
Cf. Mt. 19, 30; 20, 16 ↩
-
Exod. 33, 6 ↩
-
Ezck. 11, 19; 86, 26 ↩
-
Ps. 44, 4 ↩
-
Ps. 22, 23 ↩
-
proeirh/kamen N, proei/rphe CG, L omits the shole senlence. ↩
-
Gen. 1, 26, 28 ↩