XLVI.
Ἐπεὶ δὲ λοιπὸν τὰ τῆς αὐτάρκους διανύσασα ζωῆς ἐπὶ τὴν κρείττονα λῆξιν ἐκαλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς ὀγδοήκοντα ἐνιαυτοὺς διαρκέσασα, πρὸς αὐτῷ γενομένη τῷ τέλει συνετάττετο καὶ διετίθετο, ἐπὶ μονογενεῖ υἱῷ βασιλεῖ μονάρχῳ κοσμοκράτορι παισί τε τούτου καίσαρσιν, ἑαυτῆς ἐκγόνοις, τὴν ὑστάτην βουλὴν διοριζομένη, διανέμουσά τε τῶν ἐκγόνων ἑκάστῳ τῆς οἰκείας ὑπάρξεως, ὅση τις αὐτῇ καθ’ ὅλης ὑπῆρξε τῆς οἰκουμένης. καὶ δὴ τοῦτον διαθεμένη τὸν τρόπον, λοιπὸν τὴν τοῦ βίου κατέλυε τελευτήν, παρόντος αὐτῇ καὶ παρεστῶτος υἱοῦ τοσούτου θεραπεύοντός τε καὶ τῶν χειρῶν ἐφαπτομένου, ὡς μὴ τεθνάναι εἰκότως τὴν τρισμακαρίαν τοῖς εὖ φρονοῦσι δοκεῖν, μεταβολὴν δὲ καὶ μετάθεσιν ἀληθεῖ λόγῳ τῆς γεώδους ζωῆς ἐπὶ τὴν οὐράνιον ὑπομεῖναι. ἀνεστοιχειοῦτο γοῦν αὐτῇ ψυχῇ ἐπὶ τὴν ἄφθαρτον καὶ ἀγγελικὴν οὐσίαν, πρὸς τὸν αὐτῆς ἀναλαμβανομένη σωτῆρα.
