• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)
Epistle of Barnabas (100)
Barnabas (Lightfoot)
(Epistula Barnabae)

1.

[P. 340]() 1. Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματικυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ. 2. Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦθεοῦ δικαιωμάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ̓ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοιςκαὶ ἐνδόξοις ὑμῶν πνεύμασιν· οὕτως1 ἔμφυτον τῆςδωρεᾶς πνευματικῆς χάριν εἰλήφατε. 3. διὸ καὶμᾶλλον συγχαίρω ἐμαυτῷ ἐλπίζων σωθῆναι. ὅτιἀληθῶς βλέπω ἐν ὑμῖν ἐκκεχυμένον ἀπὸ τοῦπλουσίου τῆς πηγῆς κυρίου πνεῦμα ἐφ̓ ὑμᾶς.οὕτω με ἐξέπληξεν ἐπὶ ὑμῶν ἡ ἐμοὶ ἐπιποθήτηὄψις ὑμῶν. 4. πεπεισμένος οὖν τοῦτο καὶ συνειδὼςἐμαυτῷ, ὅτι ἐν ὑμῖν λαλήσας πολλὰ ἐπίσταμαι,ὅτι ἐμοὶ συνώδευσεν ἐν ὁδῷ δικαιοσύνης κύριος,καὶ πάντως ἀναγκάζομαι κἀγὼ εἰς τοῦτο, ἀγαπᾶνὑμᾶς ὑπὲρ τὴν ψυχήν μου, ὅτι μεγάλη πίστις καὶ2 ἀγάπη ἐγκατοικεῖ ἐν ὑμῖν ἐπ̓ ἐλπίδι ζωῆς αὐτοῦ. 5. λογισάμενος οὖν τοῦτο, ὅτι ἐὰν μελήσῃ μοιπερὶ ὑμῶν τοῦ μέρος τι μεταδοῦναι ἀφ̓ οὗ ἔλαβον,ὅτι ἔσται μοι τοιούτοις πνεύμασιν ὑπηρετήσαντιεἰς μισθόν, ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμπειν,P. 342 ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε τὴν γνῶσιν.3 6. Τρία οὖν δόγματά ἐστιν κυρίου· ζωῆς ἐλπίς,ἀρχὴ καὶ τέλος πίστεως ἡμῶν· καὶ δικαιοσύνη,κρίσεως ἀρχὴ καὶ τέλος· ἀγάπη εὐφροσύνηςκαὶ ἀγαλλιάσεως ἔργων δικαιοσύνης μαρτυρία.4 7. ἐγνώρισεν γὰρ ἡμῖν ὁ δεσπότης διὰ τῶνπροφητῶν τὰ παρεληλυθότα καὶ τὰ ἐνεστῶτα,καὶ τῶν μελλόντων δοὺς ἀπαρχὰς ἡμῖνγεύσεως, ὧν τὰ καθ̓ ἕκαστα βλέποντες ἐνεργούμενα,καθὼς ἐλάλησεν, ὀφείλομεν πλουσιώτερονκαὶ ὑψηλότερον προσάγειν τῷ φόβῳ αὐτοῦ. 8. ἐγὼ δὲ οὐχ ὡς διδάσκαλος, ἀλλ̓ ὧς εἰς ἐξὑμῶν ὑποδείξω ὀλίγα, δἰ ὧν ἐν τοῖς παροῦσιν εὐφρανθήσεσθε.


  1. ou(/tw L,outo N, ai(= ↩

  2. Mt. 1, 2; 8, 7 ↩

  3. Tit. 1, 2; 3, 7 ↩

  4. The text of this shole passage is confused: tres sunt ergo constitutiones domini, vitae spes initium et consummatio L and no more; tri/a ou)=n do/gmata/ e)stin kuri/ou, zwh/, pi/stis, e)lpi/s, a)rxh\ kai\ te/los h(mw=n, kai\ dikeosu/nh kri/sews a)rxh/, kai\ te/los a)ga/ph, eu)frosu/nh, kai\ a)gallia/sews e)/rgwn e)n dikaiosu/nais marturi/a (??) The text printed is that of C, shich gives the best sense, though it is doubtful if it is more than the correction of an early corruption. ↩

pattern
  Print   Report an error
||
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents
  • Barnabae Epistula
    • 1.
    • 2.
    • 3.
    • 4.
    • 5.
    • 6.
    • 7.
    • 8.
    • 9.
    • 10.
    • 11.
    • 12.
    • 13.
    • 14.
    • 15.
    • 16.
    • 17.
    • 18.
    • 19.
    • 20.
    • 21.

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy