VII.
Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ θεοῦ λειτουργῶν τὰ ἀκροθίνια, εἷς τ’ οἶκος εὐκτήριος ὥσπερ ἐκ θεοῦ πλατυνόμενος ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους ἅμα καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους καὶ Παλαιστινούς, ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τ’ ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους· ἤδη καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας, Πόντος τε καὶ Γαλατία, Καππαδοκία τε καὶ Ἀσία, Φρυγία τε καὶ Παμφυλία τοὺς παρ’ αὐτοῖς παρεῖχον ἐκκρίτους· ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων θ’ οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων, αὐτῶν τε Σπάνων ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων. τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει, πρεσβύτεροι δ’ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῆρι τῆς κατ’ ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ’ ἡμᾶς συστησάμενος.
