• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

21.

1. Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματατοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν·ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦδοξασθήσεται· ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶνἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀνάστασις.P. 408 διὰ τοῦτο ἀνταπόδομα. 2. ἐρωτῶ τοὺς ὑπερέχοντας,εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετεσυμβουλίαν· ἔχετε μεθ̓ ἑαυτῶν εἰς οὓς ἐργάσησθετὸ καλόν· μὴ ἐλλείπητε, 3. ἐγγὺς ἡ ἡμέρα ἐν ᾗ1 συναπολεῖται πάντα τῷ πονηρῷ· ἐγγὺς ὁ κύριοςκαὶ ὁ μισθὸς αὐτοῦ. 4. ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς·ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετεσύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν. 5. ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμουκυριεύων, δῴη ὑμῖν σοφίαν, σύνεσιν. ἐπιστήμην,γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν. 6. γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖκύριος ἀφ̓ ὑμῶν, καὶ ποιεῖτε ἵνα εὑρεθῆτε ἐνἡμέρᾳ κρίσεως. 7. εἰ δὲ τίς ἐστιν ἀγαθοῦ μνεία,μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἡἐπιθυμία καὶ ἡ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ.ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος. 8. ἕως ἔτι τὸκαλὸν σκεῦός ἐστιν μεθ̓ ὑμῶν, μὴ ἐλλείπητεμηδενὶ ἑαυτῶν,2 ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶἀναπληροῦτε πᾶσαν ἐντολήν· ἔστιν γὰρ ἄξια. 9. διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ̓ ὧν ἠδυνήθην.εἰς τὸ εὐφρᾶναι ὑμᾶς. σώζεσθε, ἀγάπηςτέκνα καὶ εἰρήνης. ὁ κύριος τῆς δόξης καὶ πάσηςχάριτος μετὰ τοῦ πνεύματος ὑμῶν.

Ἐπιστολὴ Βαρνάβα


  1. Is. 40, 10 ↩

  2. au)tw=n GL, e(autw=n NC. ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy