• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

8.

1. Τίνα δὲ δοκεῖτε τύπον εἶναι, ὅτι ἐντέταλταιτῷ Ἰσραὴλ προσφέρειν δάμαλιν τοὺς ἄνδρας, ἐνοἷς εἰσὶν ἁμαρτίαι τέλειαι, καὶ σφάξαντας κατακαίειν,καὶ αἴρειν τότε τὴν σποδὸν παιδία καὶβάλλειν εἰς ἄγγη καὶ περιτιθέναι τὸ ἔριον τὸκόκκινον ἐπὶ ξύλον ʽἴδε πάλιν ὁ τύπος ὁ τοῦσταυροῦ καὶ τὸ ἔριον τὸ κόκκινον̓ καὶ τὸ ὕσσωπον,καὶ οὕτως ῥαντίζειν τὰ παιδία καθ̓ ἕνα τὸν λαόν,ἵνα ἁγνίζωνται ἀπὸ τῶν ἁμαρτιῶν; 2. νοεῖτε,πῶς ἐν ἁπλότητι λέγει ὑμῖν. ὁ μόσχος ὁ Ἰησοῦςἐστίν, οἱ προσφέροντες ἄνδρες ἁμαρτωλοὶ οἱπροσενέγκαντες αὐτὸν ἐπὶ τὴν σφαγήν. εἶταοὐκέτι ἄνδρες, οὐκέτι ἁμαρτωλῶν ἡ δόξα.1 3. οἱῥαντίζοντες παῖδες οἱ εὐαγγελισάμενοι ἡμῖν τὴνἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὸν ἁγνισμὸν τῆς καρδίας,οἷς ἔδωκεν τοῦ εὐαγγελίου τὴν ἐξουσίανʽοὖσιν δεκάδυο εἰς μαρτύριον τῶν φυλῶν ὅτι δεκάδυοφυλαὶ τοῦ Ἰσραήλ̓, εἰς τὸ κηρύσσειν. 4. διὰτί δὲ τρεῖς παῖδες οἱ ῥαντίζοντες; εἰς μαρτύριονἈβραάμ, Ἰσαάκ, Ἰακώβ, ὅτι οὗτοι μεγάλοι τῷθεῷ. 5. ὅτι δὲ τὸ ἔριον ἐπὶ τὸ ξύλον ; ὅτι ἡP. 370 βασιλεία Ἰησοῦ ἐπὶ ξύλου,2 καὶ ὅτι οἱ ἐλπίζοντεςἐπ̓ αὐτὸν ζήσονται εἰς τὸν αἰῶνα. 6. διὰ τί δὲἅμα τὸ ἔριον καὶ τὸ ὕσσωπον; ὅτι ἐν τῇ βασιλείᾳαὐτοῦ ἡμέραι ἔσονται πονηραὶ καὶ ῥυπαραί, ἐν αἷςἡμεῖς σωθησόμεθα· ὅτι καὶ ὁ ἀλγῶν σάρκα διὰτοῦ ῥύπου τοῦ ὑσσύπου ἰᾶται. 7. καὶ διὰ τοῦτοοὕτως γενόμενα ἡμῖν μέν ἐστιν φανερά, ἐκείνοις δὲσκοτεινά, ὅτι οὐκ ἤκουσαν φωνῆς κυρίου.


  1. ei)=ta... do/ca om. L. ↩

  2. cu/lou N cu/lw| CS. ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Imprint
Privacy policy