• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Origenes († 253/54) Contra Celsum
Τόμος πρῶτος

49.

Μετὰ ταῦτ' οὐκ οἶδ' ὅπως τὸ μέγιστον περὶ τῆς συστάσεως τοῦ Ἰησοῦ κεφάλαιον, ὡς ὅτι ἐπροφητεύθη ὑπὸ τῶν παρὰ Ἰουδαίοις προφητῶν, Μωϋσέως καὶ τῶν μετ' αὐτὸν ἢ καὶ πρὸ Μωϋσέως, παραπίπτει ἑκών, ὡς οἶμαι τῷ μὴ δύνασθαι ἀπαντᾶν πρὸς λόγον ὡς οὐδὲ Ἰουδαῖοι οὐδ' ὅσαι αἱρέσεις οὐ βούλονται πεπροφητεῦσθαι τὸν Χριστόν. Τάχα δὲ οὐδὲ ᾔδει τὰς περὶ τοῦ Ἰησοῦ προφητείας· οὐκ ἂν γὰρ καταλαβὼν τὰ ὑπὸ Χριστιανῶν λεγόμενα, ὅτι πολλοὶ προφῆται προεῖπον περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, περιέθηκε τῷ τοῦ Ἰουδαίου προσώπῳ ἃ ἥρμοζε Σαμαρεῖ μᾶλλον εἰπεῖν ἢ Σαδδουκαίῳ· καὶ οὐκ ἂν Ἰουδαῖος ὁ ἐν τῇ προσωποποιΐᾳ ἔφασκεν· Ἀλλ' εἶπεν ἐμὸς προφήτης ἐν Ἱεροσολύμοις ποτὲ ὅτι ἥξει θεοῦ υἱός, τῶν ὁσίων κριτὴς καὶ τῶν ἀδίκων κολαστής. Οὐ γὰρ εἷς προφήτης τὰ περὶ Χριστοῦ ἐπροφήτευσε· [κἂν οἱ μόνου δὲ Μωϋσέως παραδεχόμενοι τὰς βίβλους Σαμαρεῖς ἢ Σαδδουκαῖοι φάσκωσιν ἐν ἐκείναις πεπροφητεῦσθαι τὸν Χριστόν, ἀλλ' οὔτι γε ἐν Ἱεροσολύμοις, τοῖς μηδέπω ὀνομασθεῖσι κατὰ τὸν Μωϋσέως χρόνον, ἡ προφητεία λέλεκτο. Εἴη τοίνυν πάντας τοὺς τοῦ λόγου κατηγόρους ἐν τοσαύτῃ εἶναι ἀγνοίᾳ] οὐ μόνον τῶν πραγμάτων ἀλλὰ καὶ ψιλῶν τῶν γραμμάτων τῆς γραφῆς καὶ κατηγορεῖν χριστιανισμοῦ, ἵνα μηδὲ τὴν τυχοῦσαν πιθανότητα ὁ λόγος αὐτῶν ἔχῃ, δυναμένην τοὺς ἀνερματίστους καὶ «πρὸς καιρὸν» πιστεύοντας ἀφιστάνειν οὐ τῆς πίστεως ἀλλὰ τῆς ὀλιγοπιστίας. [Ἰουδαῖος δὲ οὐκ ἂν ὁμολογήσαι ὅτι προφήτης τις εἶπεν ἥξειν θεοῦ υἱόν· ὃ γὰρ λέγουσιν, ἐστὶν ὅτι ἥξει ὁ Χριστὸς τοῦ θεοῦ. Καὶ πολλάκις γε ζητοῦσι πρὸς ἡμᾶς εὐθέως περὶ υἱοῦ θεοῦ, ὡς οὐδενὸς ὄντος τοιούτου οὐδὲ προφητευθέντος. Καὶ οὐ τοῦτό φαμεν, ὅτι οὐ προφητεύεται υἱὸς θεοῦ, ἀλλ' ὅτι οὐχ ἁρμοζόντως τῷ ἰουδαϊκῷ προσώπῳ, μὴ ὁμολογοῦντι τὸ τοιοῦτο, περιέθηκε τὸ εἶπεν ἐμὸς προφήτης ἐν Ἱεροσολύμοις ποτὲ ὅτι ἥξει θεοῦ υἱός.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Contra Celsum
Übersetzungen dieses Werks
Gegen Celsus (BKV) vergleichen
Origen Against Celsus vergleichen
Kommentare zu diesem Werk
Elucidations - Against Celsus

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2025 Gregor Emmenegger
Impressum
Datenschutzerklärung