1.
Ἐν ἓξ τοῖς πρὸ τούτων, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, ἀγωνισάμενοι κατὰ τὸ δυνατὸν ἡμῖν βιβλίοις πρὸς τὰς Κέλσου κατὰ Χριστιανῶν κατηγορίας καὶ μηδὲν ὅση δύναμις ἀβασάνιστον καὶ ἀνεξέταστον ἐάσαντες μηδὲ παρελθόντες, πρὸς ὃ <οὐχ> ὡς οἷόν τε ἡμῖν ἀπηντήσαμεν, θεὸν ἐπικαλεσάμενοι δι' αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κατηγορουμένου ὑπὸ Κέλσου, ἵν' ἡμῶν ἐλλάμψῃ ἐν τῇ καρδίᾳ ἀλήθεια τυγχάνων τὰ ἀνατρεπτικὰ τοῦ ψεύδους, ἀρχόμεθα καὶ ἑβδόμου συγγράμματος, τὸ προφητικὸν ἐκεῖνο ἐν τῇ πρὸς θεὸν λέγοντες εὐχῇ τό· «Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς», δῆλον δ' ὅτι τοὺς ἐναντίους «τῇ ἀληθείᾳ» λόγους· οὗτοι γὰρ ἀληθείᾳ θεοῦ ἐξολοθρεύονται, ἵν' ἐξολοθρευθέντων αὐτῶν οἱ παντὸς περισπασμοῦ ἀπολυθέντες εἴπωσι τὸ ἑξῆς ἐκείνῳ τό· «Ἑκουσίως θύσω σοι», λογικὴν καὶ ἄκαπνον θυσίαν προσφέροντες τῷ θεῷ τῶν ὅλων.
