10.
1. Ὅτι δὲ Μωϋσῆς εἶπεν· Οὐ φάγεσθε χοῖρονοὔτε ἀετὸν οὔτε ὀξύπτερον οὔτε κόρακα οὔτεπάντα ἰχθύν, ὃς οὐκ ἔχει λεπίδα ἐν ἑαυτῷ, τρίαἔλαβεν ἐν τῇ συνέσει δόγματα. 2. πέρας γέ τοι1 λέγει αὐτοῖς ἐν τῷ Δευτερονομίῳ· Καὶ διαθήσομαιπρὸς τὸν λαὸν τοῦτον τὰ δικαιώματά μου.ἄρα οὖν οὐκ ἔστιν ἐντολὴ θεοῦ τὸ μὴ τρώγειν,Μωϋσῆς δὲ ἐν πνεύματι ἐλάλησεν. 3. τὸ οὖνχοιρίον πρὸς τοῦτο εἶπεν· οὐ κολληθήσῃ φησίν,ἀνθρώποις τοιούτοις, οἵτινές εἰσιν ὅμοιοι χοίρων·2 τουτέστιν ὅταν σπαταλῶσιν, ἐπιλανθάνονται τοῦκυρίου, ὅταν δὲ ὑστεροῦνται, ἐπιγινώσκουσιν τὸνκύριον, ὡς καὶ ὁ χοῖρος ὅταν τρώγει τὸν κύριον οὐκοἶδεν, ὅταν δὲ πεινᾷ κραυγάζει, καὶ λαβὼν πάλιν3 σιωπᾷ. 4. Οὐδὲ φάγῃ τὸν ἀετὸν οὐδὲ τὸν ὀξύπτερονοὐδὲ τὸν ἰκτῖνα οὐδὲ τὸν κόρακα· οὐ μή, φησίν,κολληθήσῃ οὐδὲ ὁμοιωθήσῃ ἀνθρώποις τοιούτοις,οἵτινες οὐκ οἴδασιν διὰ κόπου καὶ ἱδρῶτος πορίζεινἑαυτοῖς τὴν τροφήν, ἀλλὰ ἁρπάζουσιν τὰἀλλότρια ἐν ἀνομίᾳ αὐτῶν καὶ ἐπιτηροῦσιν ὡς ἐνἀκεραιοσύνῃ περιπατοῦντες καὶ περιβλέπονται,τίνα ἐκδύσωσιν διὰ τὴν πλεονεξίαν, ὡς καὶ τὰὄρνεα ταῦτα μόνα ἑαυτοῖς οὐ προίζει τὴν τροφήν,ἀλλὰ ἀργὰ καθήμενα ἐκζητεῖ, πῶς ἀλλοτρίαςσάρκας καταφάγῃ, ὄντα λοιμὰ τῇ πονηρίᾳ αὐτῶν.4 5. Καὶ οὐ φάγῃ, φησίν, σμύραιναν οὐδὲ πολύποδαοὐδὲ σηπίαν· οὐ μή, φησίν, ὁμοιωθήσῃκολλώμενος5 ἀνθρώποις τοιούτοις, οἵτινες εἰς τέλος[P. 376]()εἰσὶν ἀσεβεῖς καὶ κεκριμένοι ἤδη τῷ θανάτῳ, ὡςκαὶ ταῦτα τὰ ἰχθύδια μόνα ἐπικατάρατα ἐν τῷβυθῷ νήχεται, μὴ κολυμβῶντα ὡς τὰ λοιπά,ἀλλ̓ ἐν τῇ γῇ κάτω τοῦ βυθοῦ κατοικεῖ. 6. ἀλλὰ6 καὶ τὸν δασύποδα οὐ φάγῃ. πρὸς τί; οὐ μὴγένῃ, φησίν, παιδοφθόρος οὐδὲ ὁμοιωθήσῃ τοῖςτοιούτοις, ὅτι ὁ λαγωὸς κατ̓ ἐνιαυτὸν πλεονεκτεῖτὴν ἀφόδευσιν· ὅσα γὰρ ἔτη ζῇ, τοσαύτας ἔχειτρύπας. 7. ἀλλὰ οὐδὲ τὴν ὕαιναν φάγῃ· οὐ μή,φησίν, γένῃ μοιχὸς οὐδὲ φθορεὺς οὐδὲ ὁμοιωθήσῃτοῖς τοιούτοις. πρὸς τί; ὅτι τὸ ζῷον τοῦτο παρἐνιαυτὸν ἀλλάσσει τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρεν,7 ποτὲ δὲ θῆλυ γίνεται. 8. ἀλλὰ καὶ τὴν γαλῆνἐμίσησεν καλῶς. οὐ μή, φησίν, γενηθῇς τοιοῦτος,οἵους ἀκούομεν ἀνομίαν ποιοῦντας ἐν τῷ στόματιδἰ ἀκαθαρσίαν, οὐδὲ κολληθήσῃ ταῖς ἀκαθάρτοιςταῖς τὴν ἀνομίαν ποιούσαις ἐν τῷ στόματι. τὸγὰρ ζῷον τοῦτο τῷ στόματι κύει. 9. περὶ μὲντῶν βρωμάτων λαβὼν Μωϋσῆς τρία δόγματαοὕτως ἐν πνεύματι ἐλάλησεν· οἱ δὲ κατ̓ ἐπιθυμίαντῆς σαρκὸς ὡς περὶ βρώσεως προσεδέξαντο. 10. λαμβάνει δὲ τῶν αὐτῶν τριῶν δογμάτων γνῶσιν8 Δαυείδ καὶ λέγει· Μακάριος ἀνήρ, ὃς οὐκἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καθὼς καὶ οἱ ἰχθύεςπορεύονται ἐν σκότει εἰς τὰ βάθη· καὶ ἐν ὁδῷἁμαρτωλῶν οὐκ ἔστη, καθὼς οἱ δοκοῦντες φοβεῖσθαιτὸν κύριον ἁμαρτάνουσιν ὡς ὁ χοῖρος, καὶἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν, καθὼς τὰπετεινὰ καθήμενα εἰς ἁρπαγήν. ἔχετε τελείωςP. 378 καὶ περὶ τῆς βρώσεως. 11. πάλιν λέγει Μωϋσῆς·9 Φάγεσθε πᾶν διχηλοῦν καὶ μαρυκώμενον. τί λέγει;ὅτι τὴν τροφὴν λαμβάνων οἶδεν τὸν τρέφοντα αὐτὸνκαὶ ἐπ̓ αὐτῷ ἀναπαυόμενος εὐφραίνεσθαι δοκεῖ.καλῶς εἶπεν βλέπων τὴν ἐντολήν. τί οὖν λέγει;κολλᾶσθε μετὰ τῶν φοβουμένων τὸν κύριον, μετὰτῶν μελετώντων ὃ ἔλαβον διάσταλμα ῥήματος ἐντῇ καρδίᾳ, μετὰ τῶν λαλούντων τὰ διδαιώματακυρίου καὶ τηρούντων, μετὰ τῶν εἰδότων, ὅτι ἡμελέτη ἐστὶν ἔργον εὐφροσύνης, καὶ ἀναμαρυκωμένωντὸν λόγον κυρίου. τί δὲ τὸ διχηλοῦν; ὅτιὁ δίκαιος καὶ ἐν τούτῳ τῷ κόσμῳ περιπατεῖ καὶτὸν ἅγιον αἰῶνα ἐκδέχεται. βλέπετε, πῶς ἐνομοθέτησενΜωϋσῆς καλῶς. 12. ἀλλὰ πόθεν ἐκείνοιςταῦτα νοῆσαι ἢ συνιέναι; ἡμεῖς δὲ δικαίως νοήσαντεςτὰς ἐντολὰς λαλοῦμεν, ὡς ἠθέλησεν ὁκύριος. διὰ τοῦτο περιέτεμεν τὰς ἀκοὰς ἡμῶν καὶτὰς καρδίας, ἵνα συνιῶμεν ταῦτα.