1.
Οὐ τὴν ἀπηγορευμένην πολυλογίαν μεταδιώκοντες, ἀφ' ἧς οὐκ ἔστι φυγεῖν τὴν «ἁμαρτίαν», ἤδη πέμπτου ἀρχόμεθα βιβλίου πρὸς τὸ Κέλσου σύγγραμμα, ἱερὲ Ἀμβρόσιε, ἀλλ' ὅση δύναμις πειρώμενοι μηδὲν τῶν ὑπ' αὐτοῦ λεχθέντων παρελθεῖν ἀβασάνιστον, καὶ μάλιστα ἐν οἷς δόξαι ἄν τισι συνετῶς ἡμῶν ἢ Ἰουδαίων κατηγορηκέναι. Καὶ εἰ μὲν οἷόν τ' ἦν μετὰ τοῦ λόγου εἰσελθόντας εἰς τὴν παντὸς οὑτινοσοῦν συνείδησιν τῶν ἐντυγχανόντων τῷ ἐκείνου συγγράμματι ἕκαστον ἐξελκύσαι βέλος, τιτρῶσκον τὸν οὐ πάντῃ πεφραγμένον τῇ πανοπλίᾳ τοῦ θεοῦ, καὶ ἐπιθεῖναι λογικὸν φάρμακον, θεραπεῦον τὸ ἀπὸ Κέλσου τραῦμα, ποιοῦν μὴ ὑγιαίνειν «τῇ πίστει» τοὺς προσέχοντας αὐτοῦ τοῖς λόγοις, τοῦτ' ἂν πεποιήκειμεν. Ἐπεὶ δὲ τοῦτο μὲν θεοῦ ἔργον ἐστίν, ἀοράτως ἐπιδημεῖν κατὰ τὸ ἑαυτοῦ πνεῦμα μετὰ τοῦ πνεύματος Χριστοῦ οἷς κρίνει δεῖν ἐπιδημεῖν, ἡμῖν δέ, διὰ λόγων καὶ συγγραμμάτων πειρωμένοις ἀνθρώπους πιστοποιεῖν, πρόκειται πάντα πράττειν ὑπὲρ τοῦ χρηματίσαι ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας «τὸν λόγον τῆς ἀληθείας», ἓν δὲ τῶν πάντων εἶναι ἡμῖν φαίνεται καὶ τὰ πιθανὰ τοῦ Κέλσου κατὰ τὸ δυνατὸν ἡμῖν λῦσαι, πιστῶς ποιοῦσι τὸ προστεταγμένον ὑπὸ σοῦ· φέρ' ἐκθέμενοι τὰ ἑξῆς τοῖς Κέλσου λόγοις, πρὸς οὓς φθάσαντες ἀπηντήσαμεν – κρινεῖ δὲ ὁ ἐντυγχάνων, εἰ καὶ ἀνετρέψαμεν – , τὰ πρὸς αὐτὰ ἐπαγάγωμεν. Θεὸς δὲ δῴη μὴ ψιλῷ καὶ γυμνῷ θειότητος τῷ ἡμετέρῳ νῷ καὶ λόγῳ <πρὸς> τὸ προκείμενον γενέσθαι· «ἵν' ἡ πίστις» τῶν, οὓς εὐχόμεθα ὠφεληθῆναι, «μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων», «νοῦν» δὲ «Χριστοῦ» λαβόντες ἀπὸ τοῦ μόνου διδόντος αὐτὸν πατρὸς αὐτοῦ καὶ πρὸς τὴν μετοχὴν τοῦ λόγου τοῦ θεοῦ βοηθηθέντες «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» καθέλοιμεν καὶ τὸ οἴημα Κέλσου, καθ' ἡμῶν καὶ κατὰ τοῦ Ἰησοῦ ἡμῶν ἐπαιρομένου ἔτι δὲ κατὰ Μωϋσέως καὶ τῶν προφητῶν· ἵνα τοῦ διδόντος «ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ» καὶ ἡμῖν τοῦτ' ἐπιχορηγοῦντος καὶ τὴν πολλὴν δύναμιν δωρουμένου, ἐγγένηται πίστις τοῖς ἐντευξομένοις ἐν λόγῳ καὶ δυνάμει τοῦ θεοῦ.
